Unit 3 rem early
Rem early: Unit 3; Pauline lemma and Origen’s theoria.
Greek
τυγχάνουσαν καὶ ἀποκλίνουσαν, δίκην τῶν ἐσφραγισμένων, τὸ μυστήριον τῶν ἐκ πίστεως δικαιουμένων· ἵν' οἱ μετὰ τὴν πίστιν ἐκεῖνοι γενόμενοι ἐκ περιτομῆς τοῦ Ἀβραάμ, ἕτεροι ὄντες τῶν ἐκ πίστεως δικαιωθη σομένων τέκνων αὐτοῦ, ἢ εἰς τέκνα αὐτοῦ λογισθησομένων, ἕτερος ὦσιν λαὸς παρὰ τὸν ἐν ἀκροβυστίᾳ ἐκ πίστεως δικαιωθησόμενον· ἡ δὲ σφραγὶς ἐτηρεῖτο μὲν μὴ λυομένη, ὅσον οὐδέπω ἐληλύθεισαν οἱ ἐκ πίστεως καὶ ἐν ἀκροβυστίᾳ· ἡνίκα δὲ ἦλθεν ὁ προειρημένος τεχθήσεσθαι λαὸς τῶν ἐν ἀκροβυστίᾳ καὶ ἐκ πίστεως δικαιουμένων, τότε ἡ σφραγὶς καὶ τὸ σημεῖον ἐκεῖνο ἐλύθη, ὥστ' ἂν λεχθῆναι τῷ βουλομένῳ τὴν σφραγῖδα ἐκείνην λαβεῖν ὅτι ἐὰν περιτέμνη θε, Χρι τὸ ὑμᾶ οὐδὲν ὠφελή ει. 25 iv 15–17 ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται· οὗ γὰρ οὐκ ἔστι νόμος οὐδὲ παράβασις. διὰ τοῦτο ἐκ πίστεως ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι· οὐ τῷ ἐκ τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν· καθὼς γέγραπται ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε· κατέναντι οὗ ἐπίστευσε θεοῦ τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα. ἀσυκοφαντήτως ἀκούειν χρὴ τοῦ ἀποστόλου ἐν τούτοις καὶ συνιέναι τοῦ βουλήματος αὐτοῦ. φασὶ γάρ τινες· εἰ ἔνθα οὐκ ἔστι νόμος οὐδὲ παράβασις, δηλονότι οὐδεὶς ἐν παραβάσει γέγονε πρὸ Μωσέως· εἰ δὲ μὴ γέγονέ τις, οὐδὲ ψεκτός· οὔτε οὖν Κάιν οὔτε πάντες οἱ διὰ τὰς ἑαυτῶν ἁμαρτίας τὸν κατακλυ σμὸν παθόντες ἢ οἱ ἐν Σοδόμοις ἐν παραβάσει γεγόνασιν· καὶ πρό γε τούτων Ἀδὰμ καὶ ἡ Εὖα. λεκτέον οὖν πρὸς τούτους ὅτι ὁ Μωσέως νόμος οὐ τὴν ἐν τῇ κρίσει ὀργὴν κατεργάζεται ἀλλὰ τὴν κατ' αὐτόν, τοὺς μὲν λιθολεύστους ποιῶν, ἑτέρους δὲ ἐπὶ πυρὸς κατακαίων, ἢ ἑτέρᾳ ὑποβάλλων τιμωρίᾳ· ἀλλὰ καὶ εἴπερ οὗ οὐκ ἔστι νόμος οὐδὲ παράβασις, ὅτε ὅ α ὁ νόμο λαλεῖ τοῖ ἐν τῷ νόμῳ λαλεῖ. ὅρα δὲ αὐτοὺς καὶ τὸν παρ' αὐτῷ Παύλῳ νόμον πί τεω ὀνομαζό μενον θεοῦ ὀργὴν κατεργάζεσθαι, καὶ παράβασιν εἶναι ἔνθα ἐστὶν ὁ τῆς πί στεως νόμος καὶ ὁ τοῦ θεοῦ, σαφῶς δὲ αὐτὸς ἕτερον μὲν εἶναι νόμον τὸν τοῦ θεοῦ, ᾧ μόνῳ καὶ αὐτὸς υνήδεται κατὰ τὸν ἔ ω ἄνθρωπον, ἕτερον δὲ νόμον εἶναι τὸν ἐν τοῖ μέλε ιν ἑαυτοῦ ἀντι τρατευόμενον τῷ νόμῳ τοῦ νοό . καὶ ὅρα μήποτε οὗτος ἐστὶν ὁ ἀληθῶς ὀργὴν κατεργαζόμενος, καὶ οὗ οὐκ ἔστι νόμος οὗτος ἐκεῖ οὐδὲ παράβασίς ἐστιν· καὶ οἱ ἐκ τούτου τοῦ νόμου οὐδαμῶς εἰσὶ κληρονόμοι, εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι κεκένωται ἡ πίστις. ἐν τῷ καταλόγῳ τῶν χαρισμάτων τῶν διδομένων κατὰ τὴν ἀναλογίαν τῆ πί τεω , κατείλεκται καὶ ἡ πίστις· φησὶ γὰρ ὁ Παῦλος μεθ' ἕτερα ἄλλῳ πί τι ἐν τῷ αὐτῷ πνεύματι. ὁ δ' αὐτός φησι καὶ ἀλλαχοῦ ὅτι ἀπὸ θεοῦ ὑμῖν ἐχαρί θη οὐ μόνον τὸ εἰ Χρι τὸν πι τεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πά χειν. οἶμαι δὲ ὅτι καὶ οἱ ἀπόστολοι ἐλλιπῆ πεισθέντες εἶναι τὴν ἐκ τοῦ ἐφ' ἡμῖν πίστιν ... εἰ καὶ ἐκ πίστεως οὖν οἱ κληρονόμοι καὶ ἡ ἐπαγγελία ἵνα κατὰ χάριν, οὐδ' αὐτὴ ἡ πίστις ἡ πρὸ τῆς χάριτος, καθ' ἣν λέγεται διὰ τοῦτο ἐκ πίστεως ἵνα κατὰ χάριν, χωρὶς χάριτος ὑφεστάναι οὐ δύναται. παντὶ δὲ τῷ σπέρματι, φησίν, ἤτοι τῷ ἐκ τοῦ νόμου ἢ τῷ ἐκ τῆς πίστεως αὐτοῦ, καὶ οὐ μόνον τῷ ἐκ τοῦ νόμου ἀλλ' εἰ ἔχοι πρὸς τῷ ἐκ τοῦ νόμου τὸ ἐκ τῆς πίστεως. εἰ γὰρ μὴ οὕτως ἐκλάβοιμεν, ἔσται ἡ ἐπαγγελία τοῖς ἐξ Ἰσμαὴλ καὶ τοῖς ἐκ Χεττούρας, ἅπερ οὐκ ἀρέσκει. (τοῦ αὐτοῦ) ἀναγκαῖον δέ, φησίν, ἐξετάσαι φαίνεται πῶς ἀκολουθεῖ τῷ ἐκ πίστεως καὶ τῷ κατὰ χάριν τὸ βεβαίαν εἶναι τὴν ἐπαγγελίαν· ἄρα γὰρ εἰ ἦν ἐκ νόμου, οὐχ οἷόν τε ἦν βεβαίαν τυγχάνειν τὴν ἐπαγγελίαν. πρόσχες οὖν οἱονεὶ δευσοποιός τις βαφὴ γίνεται ἐκ πίστεως περὶ τὴν ψυχὴν καὶ μάλιστα τῆς λελογισμένης εἰς δικαιοσύνην, ὥστε τὴν δι' αὐτῆς ἐπαγγελίαν καὶ χάριν ἴσχειν διὰ τὸ ἀνέκ πλυτον αὐτῆς, ἢ ἀμετάβολόν γε τὴν βεβαιότητα· ἥτις οὐκ ἐμφαίνεται περὶ τὰ ἐκ νόμου ἔργα. ἀπο τρέφειν γοῦν ποτὲ δίκαιο ἀπὸ τῆ δικαιο ύνη αὐτοῦ λέγεται καὶ ποιεῖν ἀδικίαν· οὐκ οἶδα δὲ εἰ καὶ περὶ τῆς πίστεως γέγραπται ὅτι ἀπέστρεψέν τις ἀπὸ τῆς πίστεως, ἅπαξ μαρτυρηθεὶς πεπιστευκέναι καὶ δικαιω θεὶς διὰ τὴν πίστιν. εἶτα καὶ τῇ μαρτυρίᾳ ἐπισφραγίζει ὁ θεῖος ἀπόστολος τὸ εἰρημένον αὐτῷ. (τοῦ αὐτοῦ) [ὃ δὲ λέγει τοῦτό ἐστιν· ὥσπερ ὁ θεὸς οὐκ ἔστι μερικὸς θεὸς ἀλλὰ πάντων πατήρ, οὕτω καὶ αὐτός. καὶ πάλιν ὥσπερ ὁ θεὸς πατήρ ἐστιν οὐ κατὰ τὴν φυσικὴν συγγένειαν ἀλλὰ κατ' οἰκείωσιν πίστεως, οὕτω καὶ αὐτός· ἡ γὰρ ὑπακοὴ ποιεῖ πατέρα πάντων ἡμῶν. ἐπειδὴ γὰρ οὐδὲν
About this text
Origen of Alexandria, Commentarii in epistulam ad Romanos (catena Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Commentarii in epistulam ad Romanos (catena Greek) — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.