Commentary on Romans (Greek Catena) · §u03-rem-close

Unit 3 rem close

Rem CLOSEOUT: Unit 3 CLOSEOUT.

Greek

τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· καὶ αὐτὸς ἀποθανὼν τῇ ἁμαρτίᾳ συζῇ Χριστῷ· ζῇ δὲ Χριστῷ ὁ ἐν καινότητι ζωῆ περιπατῶν. 28 v 5–9 ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν· ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν· μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν· συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ θεὸς ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν· πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι' αὐτοῦ ἀπὸ τῆς ὀργῆς. ὅπου μὲν ἀσθενεῖς ἢ ἁμαρτωλοὺς ὀνομάζει, καὶ ἑαυτὸν τοῖς τοιούτοις ἐμπερι λαμβάνει· ὅπου δὲ λέγει ἀσεβεῖς, οὐκέτι. καὶ τάχα εἰκότως ὁ ὑπὸ τὸν νόμον ὤν, ὃς ἠ θένει διὰ τῆ αρκό , ἀσθενὴς μέν ἐστι καὶ ἁμαρτωλός, οὐ μὴν καὶ κατὰ τὴν συνήθειαν τῆς διαστολῆς τῶν γραφῶν καὶ ἀσεβής, λεγόντων τῶν ὑπὸ νόμον ἁμαρτανόντων τῷ θεῷ καὶ γὰρ ἐὰν ἁμαρτάνωμεν οί ἐ μεν εἰδότε ου τὸ κράτο · ἀσεβεῖς δὲ τότε οἱ νομιζόμενοι εἶναι ὑπὸ τὸν νόμον τυγχάνουσιν, ἐπὰν ἐγκαταλιπόντες τὸν θεὸν τῶν πατέρων ζητοῦσι τοὺς θεοὺς τῶν ἐθνῶν. πρὶν δὲ προσελθεῖν ἡμᾶς θεοσεβείᾳ ἀγάπη ἐν ἡμῖν οὐ συνειστήκει, πάντα γὰρ μᾶλλον ἢ θεὸν ἀγαπῶμεν· ὅτε δὲ τοιούτων ἡμῶν ὑπαρχόντων Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, τότε συνέστη καὶ ὑπέστη ἐν ἡμῖν ἡ τοῦ θεοῦ ἀγάπη, πάντων περιαιρεθέντων τῷ τοῦ Ἰησοῦ θανάτῳ ἀφ' ἡμῶν τῶν ἐμποδιζόντων τῇ συστάσει τῆς εἰς ἡμᾶς τοῦ θεοῦ ἀγάπης. κατὰ ταύτην οὖν τὴν διήγησιν τοῦ συνίστησιν ἀκουστέον, συνιστάντος καὶ ὑφιστάντος τοῦ θεοῦ ἐν ἡμῖν τὴν ἑαυτοῦ ἀγάπην, τὴν οὐδενὸς ἑτέρου κυρίως ἢ αὐτοῦ τοῦ θεοῦ τυγχάνουσαν. (Ὠριγενοῦς) [οὐ γὰρ μόνον τὴν ἀθάνατον ζωὴν ἀναμένομεν, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον ὡς προσοικειωθέντες τῷ θεῷ σεμνυνόμεθα, τὰ κατὰ τὸν δεσπότην Χριστὸν λογιζόμενοι, ὃς μεσίτης ἡμῶν γενόμενος τὴν εἰρήνην ἐπραγματεύσατο.] 29 vi 5 εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. πλάσας τὸ ὄνομα τέθεικεν, φυτόν τι ἐπιστάμενος τὸν Ἰησοῦ θάνατον, φέρον κάρπους ἀναιρετικοὺς τῆς ἁμαρτίας· ᾧ φυτῷ ὁ λόγος γεωργεῖ ἐν τοῖς παρα δεξαμένοις τὴν διδασκαλίαν τὴν διὰ Χριστοῦ, ποιῶν αὐτοὺς συμφύτους τῷ ὁμοιώματι τοῦ θανάτου· ὁμοίωμα μὲν γάρ τι τοῦ θανάτου ἐκείνου δύναται ἡ ἀνθρωπίνη φύσις ἀναλαβεῖν, τὸν δὲ ἐκείνου θάνατον τοῦ ἁμαρτίαν μὴ ποιή αντο , μηδὲ γνόντο ἁμαρτίαν, ἀλλ' ἀποθανόντος ἐπὶ τῇ καθαιρέσει οὐχὶ τῆς ἐν αὐτῷ ἁμαρτίας ἀλλὰ τῆς ἐν ἡμῖν, οὐχ οἷόν τε ἐστὶν ἀποθανεῖν τινὰ τῶν ἡμαρτη κότων· πάντε δὲ ἥμαρτον καὶ ὑ τεροῦνται τῆ δόξη τοῦ θεοῦ, δικαιούμενοι δωρεάν, καὶ τὰ ἑξῆς. ἐν ἄλλοις δὲ λέγει· υνήγειρεν καὶ υνεκάθι εν ἐν τοῖ ἐπουρανίοι ἐν Χρι τῷ· καὶ εἰ υνηγέρθητε τῷ Χρι τῷ, τὰ ἄνω ζητεῖτε· πῶς οὖν ἐνταῦθα λέγει, καὶ τῆς ἀναστάσεως ἐσόμεθα; πρὸς τοῦτο λεκτέον ὅτι διττῶς ὀνομάζει τὴν ἀνάστασιν ὁ ἀπόστολος· μίαν μὲν τὴν ἤδη καθ' ἣν ὁ ἅγιος συνανέστη Χριστῷ καὶ συνεγερθεὶς αὐτῷ τὰ ἄνω ζητεῖ· ἑτέραν δὲ τὴν ὅταν ἔλθῃ τὸ τέλειον, περὶ ἧς καὶ ∆ανιὴλ προφητεύων φησὶν πολλοὶ τῶν καθευδόντων ἐν γῆ χώματι ἀνα τή ονται, οὗτοι εἰ ζωὴν αἰώνιον, καὶ οὗτοι εἰ ὀνειδι μὸν καὶ εἰ αἰ χύνην αἰώνιον· τὴν ἑτέραν μὲν οὖν τῶν ἀναστάσεων οἱ ἅγιοι ἐροῦσι συνεγηγέρθαι Χριστῷ, κατὰ δὲ τὴν ἑτέραν καὶ ἀναστήσεσθαι. 30 vi 8–10 εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ· εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει· ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ θεῷ· οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. ἀποτετολμημένως ἐπιφέρει τὸ θάνατος αὐτοῦ οὐκέτι κυριεύει, ὅπερ ἐστὶ δυσφημοειδές· οἱ γὰρ πλεῖστοί φασιν ἀποθανεῖν αὐτὸν οὐ τῷ κυριεύεσθαι ὑπὸ τοῦ θανάτου, ἀλλὰ τῷ ἑκόντα τὴν ψυχὴν αὐτοῦ τεθεικέναι ὑπὲρ τῶν προβάτων ἑαυτοῦ, ἢ ὑπὲρ τῶν φίλων ἑαυτοῦ· φησὶν γὰρ καὶ αὐτὸς ὁ σωτὴρ οὐδεὶ αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. ὁ μὲν οὖν τις πρὸς ταῦτα φήσει ὅτι θάνατος λέγεται νῦν ὁ μέσος καὶ ἀδιάφορος, ὃν κατὰ τὸ κοινότερον ἀπέθανεν ὅτε, ὥς φησιν ὁ Παῦλος, ἀπέθανεν κατὰ τὰ γραφά . ἀλλὰ πῶς ταύτῃ δυνήσεται συναγορεῦσαι τῇ διηγήσει τὸ ἀπεθάνομεν σὺν Χριστῷ, καὶ τὸ ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ; ἀλλ'

About this text

Origen of Alexandria, Commentarii in epistulam ad Romanos (catena Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Commentarii in epistulam ad Romanos (catena Greek) — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.