Commentary on Romans (Greek Catena) · §u04-open

Commentarii in epistulam ad Romanos (catena Greek) Unit 4 opening

Unit 4.

Lemma-led open — ἴσως ὁ τοιοῦτος ἐρεῖ ὡς τὰ αὐτὰ ὀνόματα τίθησι διττῶς ἡ γραφή, ποτὲ μὲν ἐπὶ τῶν σωματικῶν,

Greek

ἴσως ὁ τοιοῦτος ἐρεῖ ὡς τὰ αὐτὰ ὀνόματα τίθησι διττῶς ἡ γραφή, ποτὲ μὲν ἐπὶ τῶν σωματικῶν, ὅτε δὲ ἐπὶ τοῦ πνευματικοῦ· ὡς καὶ περὶ τῆς Σαμαρείτιδος γεγραμμένον, ἐν ᾧ τὸ ὕδωρ καὶ τὸ πιεῖν κατὰ τὸν αὐτὸν τόπον ὅτε μὲν ἐπὶ τοῦ σωματικοῦ ὅτε δὲ ἐπὶ τοῦ πνευματικοῦ τετάχθαι δοκεῖ· καὶ τὸ περὶ τοῦ θερι μοῦ ὡσαύτως φησίν. φήσει τοίνυν οὐδὲν θαυμαστὸν κατὰ τοῦτον τὸν χαρακτῆρα καὶ τὸν ἀπόστολον εἰρηκέναι, τὸ μὲν ἀπεθάνομεν σὺν Χριστῷ τάσσοντα οὐκ ἐπὶ τοῦ κοινοτέρου θανάτου, τὸ δὲ θάνατος αὐτοῦ οὐκέτι κυριεύει, ὡς θανάτου νῦν τοῦ μέσου ὀνομαζομένου. ἕτερος δὲ παρὰ τοῦτον ἐρεῖ ὅτι θάνατος ἐνταῦθα λέγεται ὁ κυριεύων Χριστοῦ οὐκ ἄλλος ἢ ὁ ἐχθρὸς αὐτοῦ οὗ τύπος ἦν τὸ κατὰ τὸν Ἰωνᾶν κῆτο προφητευόμενον καὶ ὑπὸ τοῦ Ἰὼβ φάσκοντος ἀλλὰ καταρά αιτο αὐτὴν ὁ μέλλων τὸ μέγα κῆτο χειρώ α θαι. πρὸς ὃν θάνατον ὁδεύων κατὰ τὸν καιρὸν τοῦ μέσου θανάτου ἔλεγεν, οὐ διὰ τὸν μέσον θάνατον ἀλλὰ δι' ἐκεῖνον, νῦν ἡ ψυχή μου τετάρακται καὶ περίλυπό ἐ τιν ἡ ψυχή μου ἕω θανάτου. οἱονεὶ γὰρ ἀπῄει εἰς τὴν χώραν αὐτοῦ διὰ τοὺς κρατουμένους ὑπ' αὐτοῦ, ὡς τάχα διὰ τοῦτο εἰρῆσθαι τὸ εἰ χοῦν θανάτου κατήγαγέ με. καὶ ἑαυτὸν πεποίηκεν αὐτῷ ὑποχείριον ὑπήκοο γενόμενο μέχρι θανάτου. διὰ γὰρ τὸ γεγονέναι ἐν αὐτῷ κατακριθεὶς ὑπ' αὐτοῦ κατέκρινε τὴν ἁμαρτίαν οὖσαν ἐν ἐκείνῳ τῷ θανάτῳ. ὡσάν τις παραδείγματος ἕνεκεν ἐλεύθερος ὢν δοῦλον ἑαυτὸν παραδίδωσιν τῷ στρατηγῷ τῶν πολεμίων, ἵνα παρ' αὐτῷ γενόμενος ἐλευθερώσῃ τῇ ἑαυτοῦ οἰκονομικῇ δουλείᾳ τοὺς πολίτας ἀπὸ τοῦ ὑπ' ἐκείνῳ κινδύνου, διὰ τοῦ ἐνέδρᾳ τινὶ ἀποκτεῖναι τὸν στρατηγὸν καὶ τοὺς ὑπ' αὐτῷ πολεμίους· ἐκυριεύθη γὰρ ὁ τοῦτο δράσας ὡς οὐκ αἰχμάλωτος ἁλοὺς ἀλλὰ φρονήματι χρησάμενος ἀριστέως. οὕτως οὖν καὶ ὁ Χριστὸς ἑαυτὸν παρέδωκεν τῇ δουλείᾳ, ἵνα μηδεὶς θανάτου γένηται τῶν μαθητευομένων αὐτοῦ τῷ λόγῳ δοῦλος· οὗτος γὰρ ὡς φησὶν ἡ γραφὴ κατήργη ε τὸν τὸ κράτο ἔχοντα τοῦ θανάτου, τοῦτ' ἐ τὶν τὸν διάβολον, καὶ τὰ ἑξῆς. τάχα δὲ καὶ παρέδωκεν ἑαυτὸν τῷ θανάτῳ κυριευθησόμενον ῥυόμενος τοὺς ὑπ' αὐτοῦ κεκρατημένους καὶ ἀντ' ἐκείνων ἑαυτὸν προδιδούς, ἵνα μετὰ τοῦτο καταστρατηγήσῃ καὶ καταργή ῃ τὸν θάνατον. 31 vi 12–14 μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ· μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ· ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ θεῷ ὡς ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ θεῷ· ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλ' ὑπὸ χάριν. ἀνωτέρω μὲν εἶπεν ἵνα ὥ περ ἐβα ίλευ εν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, νυνὶ δὲ οὐκ εἶπεν τοῦτο ἀλλὰ μὴ βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, διδάσκων ὅτι ὥσπερ θρόνος καὶ βασίλειόν ἐστι τῆς ἁμαρτίας τὸ θνητὸν ἡμῶν σῶμα· τὸ γὰρ φρόνημα τῆ αρκὸ ἔχθρα εἰ θεόν, καὶ πάλιν τὸ φρόνημα τῆ αρκὸ θάνατο . ἀλλὰ καὶ πάντα τὰ ἁμαρτήματα ἔργα αρκό ἐστιν ἅπερ ὁ ἀπόστολος φανερὰ ὠνόμασεν. ἐν αὐτοῖς δὲ τάξας καὶ τὰς αἱρέ ει ἐδίδαξεν ὅτι καὶ αὗται αρκό εἰσιν ἔργον, ἀπολύων ἡμᾶς περισπασμοῦ, ἵνα μὴ νομί ζωμεν τινὰ μὲν εἶναι ἔργα αρκό , τινὰ δὲ ἁμαρτήματα οὐ αρκὸ μὲν ἤτοι δὲ ψυχῆς ἢ νοῦ. ἀλλ' ἐπάν τις ζητῇ πῶς καὶ αἱρέ ει ἐν τοῖς ἔργοι τῆ αρκό εἰσι κατειλεγμέναι, λεκτέον πρὸς αὐτὸν ὅτι αἱρέ ει γίνονται ἀπὸ τοῦ νοῦ τῆ αρκό , περὶ οὗ φησί που ὁ Παῦλος εἰκῆ ἐμβατεύων καὶ φυ ιούμενο ὑπὸ τοῦ νοὸ τῆ αρκὸ αὐτοῦ καὶ οὐ κρατῶν τὴν κεφαλήν. τάχα δὲ καὶ ὅτε ἁμαρτάνομεν βασιλευούσης τῆς ἁμαρτίας ἐν τῷ θνητῷ ἡμῶν σώματι οὐδὲν ἄλλο ἐσμὲν ἤπερ τὸ θνητὸν σῶμα καὶ άρκε · οὐ μὴ γάρ φησι καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖ ἀνθρώποι τούτοι εἰ τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺ άρκα . καὶ αὐτὴ δὲ ἡ ψυχὴ ἔοικε μὴ μένειν, ἀλλ' ἤτοι διὰ κακίαν γίνεσθαι σὰρξ ἢ δι' ἀρετὴν πνεῦμα· ὅτε γὰρ κολλᾶται τῇ πόρνῃ γίνεται εἰ άρκα μίαν

About this text

Origen of Alexandria, Commentarii in epistulam ad Romanos (catena Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Commentarii in epistulam ad Romanos (catena Greek) — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.