Commentary on Romans (Greek Catena) · §u03-rem-mid

Unit 3 rem mid

Rem mid: Unit 3; lemma continues; spiritual reading with the letter.

Greek

ἐνόμιζον εἶναι ταύτην τὴν συγγένειαν, τὴν παχυτέραν ἐκείνην κατασχόντες, δείκνυσι ταύτην κυριω τέραν ἐπὶ τὸν θεὸν τὸν λόγον ἀνάγων. καὶ μετὰ τούτων κἀκεῖνο ἐμφαίνει ὅτι καὶ ἀμοιβὴν τῆς πίστεως ταύτην ἔλαβεν· ὥστε ἂν μὴ τοῦτο ᾖ, κἂν πάντων ᾖ πατὴρ τῶν τὴν γῆν οἰκούντων, τὸ κατέναντι οὐκέτι χώραν· τὸ γὰρ κατέναντι τὸ ὁμοίως ἐστίν. τὸ γὰρ παράδοξον τοῦτό ἐστιν, οὓς οὐκ εἶχεν ἐκ φύσεως τούτους ἀπὸ τῆς τοῦ θεοῦ δωρεᾶς λαβεῖν.] ὁποῖα, φησί, τὰ πολλὰ ἔθνη ἦν ὧν τέθεικεν αὐτὸν πατέρα ὁ τὰς ἐπαγγελίας αὐτῷ διδοὺς θεός. περὶ γὰρ τῶν διὰ τὴν ἁμαρτίαν νενεκρωμένων, ὧν ἡ ψυχὴ νεκρὰ γεγένητο ἐν σώματι ζῶντι, οἴομαι νῦν αὐτὸν λέγειν· ψυχὴ γὰρ ἡ ἁμαρτάνου α αὐτὴ ἀποθανεῖται. τίνα δὲ τὰ μὴ ὄντα ἢ οἱ ἐστερημένοι τοῦ ὄντος καὶ μὴ μετέχοντες αὐτοῦ, οὕτω καλούμενοι πρὸς ἀντιδιαστολὴν τῶν μετεχόντων τοῦ εἰπόντος ἐγώ εἰμι ὁ ὤν; καλεῖ δὲ τὰ μὴ ὄντα ἵνα ὑπακούσασιν αὐτοῖς χαρίσηται τὸ εἶναι. ἀλλ' ἴσως τις πρὸς ταῦτα ἐρεῖ, πῶς ὁ ἀπόστολος ἑτέρωθί φησι μεθ' ἕτερα ἐξελέξατο ὁ θεὸ τὰ μὴ ὄντα ἵνα τὰ ὄντα καταργή ῃ, ἀλλ' εὔδηλον ὡς ἕτερόν ἐστι τοῦτο σημαινόμενον τοῦ ὄντος καὶ μὴ ὄντος ὅσον ἀπὸ πάσης τῆς ἐκεῖσε συμφράσεως· ὄντες μὲν γὰρ ἐνθάδε οἱ κατὰ άρκα οφοὶ καὶ δυνατοὶ καὶ εὐγενεῖ · μὴ ὄντες δὲ οἱ ἄλλως παρὰ τούτοις διακείμενοι ὡς πρὸς τὴν ἐκείνων ὑπόληψιν. 26 iv 18–22 ὃς παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν, εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν κατὰ τὸ εἰρημένον, οὕτως ἔσται τὸ σπέρμα σου· καὶ μὴ ἀσθενήσας τῇ πίστει κατενόησε τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας· εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ ἀλλ' ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ θεῷ καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστι καὶ ποιῆσαι· διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. ὅρα μήποτε ὡς Ἀβραὰμ παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν, οὕτω καὶ πάντες οἱ τῆς πίστεως Ἀβραὰμ υἱοὶ παρ' ἐλπίδα ἐπ' ἐλπίδι περὶ πάντων πιστεύουσιν, εἴτε περὶ ἀναστάσεως νεκρῶν εἴτε περὶ τοῦ κληρονομήσειν βασι λείαν οὐρανῶν ἢ βασιλείαν θεοῦ. ταῦτα γὰρ ὅσον ἐπὶ τῇ ἀνθρωπίνῃ φύσει παρ' ἐλπίδα ἐστίν, ὅσον δὲ ἐπὶ τῷ δυνατῷ τοῦ θεοῦ καὶ ταῖς ἀψευδέσιν ἐπαγγελίαις αὐτοῦ ἐπ' ἐλπίδι τῶν ἐκ τοῦ πιστεύειν ἐλπιζόντων τυγχάνει. καὶ ἐπείπερ ὁ πιστεύων ἐπ' ἐλπίδι πιστεύει, διὰ τοῦτο μένει πί τι , ἐλπί · ἀφ' ὧν γεννᾶται καὶ τὸ τρίτον μεῖζον τούτων ἡ ἀγάπη· καὶ νομίζω στοιχειώσεως μὲν ἔχειν λόγον τὴν πίστιν, προκοπῆς δὲ τὴν ἐλπίδα, τελειότητος δὲ τὴν ἀγάπην. ὅτι δὲ οὐ διὰ τὸ γῆρας λέγεται τὸ σῶμα τοῦ Ἀβραὰμ νενεκρωμένον, δῆλον ἔσται τῷ ἐπιστήσαντι τίνα τρόπον προ θέμενο Ἀβραὰμ ἔλαβεν γυναῖκα τοὔνομα Χεττούραν· καὶ ἔτεκεν αὐτῷ μετὰ τὴν τελευτὴν άρρα , ἥτις ἔζησεν ἔτη ἑκατὸν εἰκοσιεπτά· πρεσβύτερος δὲ τῆς Σάρρας δεκὰ ἔτεσιν εὑρίσκεται σαφῶς ὁ Ἀβραάμ. εἰ οὖν διὰ τὴν ἐπαγγελίαν, ὥς φασί τινες, ἐπαιδοποίησεν τὸν Ἰσαάκ, πῶς χωρὶς ἐπαγγελίας μετὰ ἑκατὸν εἰκοσιεπτὰ ἔτη ἔτεκεν τοὺς ἀπὸ Χεττούρας; ὥστε ἐν ἐπαίνῳ λέγεται ἡ τοιαύτη νέκρωσις τοῦ τὰ μέλη τὰ ἐπὶ τῆ γῆ νεκρώ αντο · ὅτε γάρ τις πνεύματι τὰ πράξει τοῦ ώματο θανατοῖ, τότε σβέννυσι πᾶσαν τὴν πεφυκυῖαν ἀνάπτεσθαι ἐν αὐτῷ πύρωσιν· ὥστε τὴν τοῦ Ἰσαὰκ γένεσιν μὴ εἶναι ἀπὸ πυρώσεως ἀλλ' ἐξ ἐπαγγελίας θεοῦ· ἄξιοι γὰρ γεγόνασι τ<οῦ> τούτου ἐπιγραφῆναι πατριάρχου γονεῖς. 27 iv 23–25 οὐκ ἐγράφη δὲ δι' αὐτὸν μόνον ὅτι ἐλογίσθη αὐτῷ, ἀλλὰ καὶ δι' ἡμᾶς οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν· ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν. νῦν τὸ δι' αὐτὸν μόνον εἴληπται ἀντὶ τοῦ περὶ αὐτοῦ μόνου· ἀλλὰ καὶ τὸ δι' ἡμᾶς ἀντὶ τοῦ περὶ ἡμῶν· οὐ γὰρ ἵνα Ἀβραὰμ ἐντυχὼν ὁ Μωυσέως προγε νέστερος τῷ μεταγενεστέρῳ αὐτοῦ γράμματι ὠφελήθη. εἰ δὲ οὐ περὶ τοῦ Ἀβραὰμ μόνου γέγραπται τὸ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην ἀλλὰ καὶ περὶ ἡμῶν, οἱονεὶ προαναφωνοῦντος τοῦ λόγου τὴν λογισθησομένην ἐκ πίστεως δικαιοσύνην τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν, πρόσχες ἐπιμελέστερον μήποτε μόνος καὶ πᾶς πιστεύει ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν ὁ συνεγερθεὶς Χριστῷ, ὥστ' ἂν εἰπεῖν καὶ υνήγειρεν καὶ υνεκάθι εν ἡμᾶ ἐν τοῖ ἐπουρανίοι ἐν Χρι τῷ· συνηγέρθη δὲ Χριστῷ ὁ ύμμορφο γενόμενος τῇ ἀναστάσει αὐτοῦ καὶ διὰ τὸ συναποτεθνη κέναι συζῶν αὐτῷ· εἰ γὰρ υναπεθάνομεν καὶ υζή ομεν· συναπέθανεν δὲ Χριστῷ, ἐπεὶ καὶ Χριστὸς ἀποθανὼν

About this text

Origen of Alexandria, Commentarii in epistulam ad Romanos (catena Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Commentarii in epistulam ad Romanos (catena Greek) — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.