Commentary on Romans (Greek Catena) · §u04-rem-early

Unit 4 rem early

Rem early: Unit 4; Pauline lemma and Origen’s theoria.

Greek

πρὸς αὐτήν, ὁ δὲ κολλώμενο τῷ κυρίῳ ἓν πνεῦμά ἐ τιν. καὶ ἤδη τοῦτο εἴρηκεν, οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ. τινὲς δὲ τοῦτο πρὸς ἀντι διαστολὴν λήψονται λέγεσθαι ἑτέρων οἳ ἔζησαν μὲν τῷ θεῷ οὐ μὴν ἐν Χριστῷ Ἰησοῦ. ἡμεῖς δέ φαμεν μήποτε ἀδυνατόν ἐστιν ζῇν μὲν τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ <...> ἐπείπερ εἶδεν τὴν Χρι τοῦ ἡμέραν καὶ ἐχάρη· εἴτε Μωσῆς ἔζησεν τῷ θεῷ, ἐν Χριστῷ Ἰησοῦ ἔζησεν, ὅστις γε καὶ μείζονα πλοῦτον ἡγή ατο τῶν Αἰγύπτου θη αυρῶν τὸν ὀνειδι μὸν τοῦ Χρι τοῦ· ἀλλὰ καὶ οἱ ἐπιθυμή αντε πολλοὶ προφῆται καὶ δίκαιοι ἰδεῖν ὃ εἶδον οἱ ἀπόστολοι καὶ ἀκοῦ αι ὧν ἤκου αν, οὐκ ἂν ἦλθον εἰς τὴν τῶν τοιούτων ἐπιθυμίαν καὶ ὄρεξιν ἔξω τυγχάνοντες τοῦ ἐν Χριστῷ Ἰησοῦ ζῇν τῷ θεῷ. ζητήσεις δὲ εἰ χρὴ φάσκειν πάντα τὸν ζῶντα τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ νεκρὸν εἶναι τῇ ἁμαρτίᾳ. πρὸς τοῦτο δὲ λέγοιτ' ἄν, εἰ μὲν ὡς νεκρὸς τῇ ἁμαρτίᾳ ἔζη ποτὲ τῇ ἁμαρτίᾳ· ἐὰν δέ τις ὑπὸ τοῦ πάντα ἐρευνῶντο πνεύματο καὶ τὰ βάθη τοῦ θεοῦ φωτισθεὶς εὕρῃ τινὰς χωρὶς τοῦ ἐζηκέναι τῇ ἁμαρτίᾳ ποτὲ ζῶντας τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ, ἀποφαίνεται ὅτι οὐκ εἴ τις ζῇ τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ οὗτος ἤδη πάντως νεκρός ἐστιν τῇ ἁμαρτίᾳ· ἐὰν δὲ πάντε ἥμαρτον διὰ τὸ ὑπὲρ πάντων ἀπέθανεν, δῆλον ὅτι πᾶς ζῶν ἐν Χριστῷ Ἰησοῦ ἔζη ποτὲ τῇ ἁμαρτίᾳ, καὶ ὕστερον νεκρὸς γενόμενος αὐτῇ ἔζησεν τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ. ἕτερος δὲ εἴποι ἂν ὅτι ἐνδέχεται καὶ διδομένου τοῦ ζῇν τινὰς τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ μηδέποτε γενομένους ἐν ἁμαρτίᾳ, οὐδὲν ἧττον κἀκείνους νεκροὺς εἶναι τῇ ἁμαρτίᾳ, ὥσπερ χωρὶ νόμου ἁμαρτία ἦν νεκρά, οὐκ ἐκ τοῦ ποτὲ ζῇν ἐλθοῦσα ἐπὶ τὸ γενέσθαι νεκρά. δείκνυσι δὲ ὁ θεῖος ἀπόστολος καὶ ἑτέρωθεν τῆς νίκης τὴν εὐκολίαν, ἁμαρτία γὰρ ὑμῶν, φησίν, οὐκέτι κυριεύσει, οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλ' ὑπὸ χάριν. πρόσχες ἐνταῦθα τῇ ἀποστολικῇ ἀκριβείᾳ, τίνα τρόπον τὸ κυριεύειν τάσσων ἐπὶ τοῦ σωτῆρος καὶ ἐφ' ἡμῶν ἐπὶ μὲν τοῦ σωτῆρος θάνατο εἶπεν αὐτοῦ οὐκέτι κυριεύ ει, ἐπὶ δὲ ἡμῶν ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὔτε γὰρ ἐπὶ τοῦ σωτῆρος ἔπρεπεν λέγεσθαι τὸ ἁμαρτία αὐτοῦ οὐ κυριεύσει, οὔτε ἐφ' ὑμῶν κυριώτερον ἦν τὸ θάνατο ὑμῶν οὐ κυριεύ ει· καὶ ἵνα μὴ ταὐτὸν περὶ τοῦ σωτῆρος καὶ ἡμῶν λέγηται ὡς παραπλησίων. μετὰ ταῦτα ὥσπερ αἰτίαν παριστὰς τοῦ ἁμαρτίαν ἡμῶν μὴ κυριεύειν φησὶ τὸ οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλ' ὑπὸ χάριν· κατὰ γὰρ αὐτὸν τὸν Παῦλον ἡ δύναμι τῆ ἁμαρτία ὁ νόμο ἐ τίν, καὶ νόμο παρει ῆλθεν ἵνα πλεονά ῃ τὸ παράπτωμα ἀλλ' ὅπου ἐπλεόνα εν ἡ ἁμαρτία ἐκεῖ ὑπερεπερί ευ εν ἡ χάρι · νῦν δὲ ἐσμὲν ὑπὸ τὴν περι εύου αν χάριν, διότι οὐκέτι ἐσμὲν ὑπὸ νόμον ἀλλ' ὑπὸ χάριν. δικαίῳ γὰρ νόμο οὐ κεῖται, οὐ γὰρ δέεται τῆς ἀπὸ τοῦ γράμματος νομικῆς διδασκαλίας εἰς τὸ τηρεῖν τὰς ἐντολὰς τοῦ θεοῦ θεοδίδακτος ὤν, ὡς Παῦλος διδάσκει λέγων περὶ δὲ τῆ ἀγάπη οὐ χρείαν ἔχετε ὑμῖν γράφε θαι, ὑμεῖ γὰρ θεοδίδακτοί ἐ τε εἰ τὸ ἀγαπᾶν ἀλλήλου . εἴ τινι οὖν συμπέφυκεν ὁ τοῦ θεοῦ νόμος, ὡς μὴ ἕτερον μὲν βούλεσθαι τὸν νόμον ἕτερον δὲ εἶναι τὸ θέλημα τοῦ ἀνθρώπου, ὁ τοιοῦτος οὐκ ἐστὶν ὑπὸ νόμον ἀλλ' ὑπὸ χάριν· οὕτω νοητέον ἀλλ' ἦν ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ. 32 vi 19, 20 ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ, καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτως νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν· ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. ἐπειδή, ὡς πολλαχοῦ (φησίν) ἐτηρήσαμεν, τὸ τῆς δικαιοσύνης ὄνομα ἀντὶ τῆς ἀρετῆς ἔσθ' ὅτε παραλαμβάνεται, λεκτέον ὅτι καὶ νῦν τοιοῦτόν ἐστι τὸ λεγόμενον ὅτε δοῦλοι ἦτε τῆς ἁμαρτίας ἐλεύθεροι ἦτε τῇ ἀρετῇ. καὶ παρ ακολουθεῖ τῷ γενικῷ τῆς ἁμαρτίας ὀνόματι τὸ γενικὸν τῆς ἀρετῆς δικαιοσύνην ἐν τούτοις ὀνομάζεσθαι. δόξει δὲ εἰδικῶς τὸ εἰς ἁγιασμὸν λέγειν, προτρεπόμενος εἰς ἁγνείαν καὶ καθαρότητα βίου τὸν δυνάμενον χωρῆ αι. 33 vi 21, 22 τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; τὸ γὰρ τέλος ἐκείνων θάνατος· νυνὶ δέ, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. ἐξευτελίζων τὸν καρπὸν τῶν δούλων τῆς ἁμαρτίας ὡς οὐδενὸς ἄξιον λόγου τοῦτό φησιν· ἐφ' οἷς γάρ τις πρότερον ἐν ἁμαρτίᾳ καὶ ἀγνοίᾳ πεπραγμένοις ὕστερον εἰς συναίσθησιν ἐλθὼν τῶν ἡμαρτημένων αἰσχύνεται, ταῦτα καρπὸ ἂν εἴη ἄχρη το , ἄωρο εἰ βρῶ ιν καὶ εἰ οὐθὲν ἐπιτηδεῖο · καὶ γὰρ τέλος τῶν τοιούτων ἔργων οὐκ ἄλλο ἢ θάνατός ἐστιν, ὁ ἐχθρὸς Χριστῷ τῷ

About this text

Origen of Alexandria, Commentarii in epistulam ad Romanos (catena Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Commentarii in epistulam ad Romanos (catena Greek) — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.