Commentary on Romans (Greek Catena) · §u04-rem-close

Unit 4 rem close

Rem CLOSEOUT: Unit 4 CLOSEOUT.

Greek

οἷον ἐπὰν ἐν τῇ πρὸς Γαλάτας λέγηται ὅ οι γὰρ ἐξ ἔργων νόμου εἰ ὶν ὑπὸ κατάραν εἰ ί, γέγραπται γάρ· ἐπικατάρατο πᾶ ὃ οὐκ ἐμμένει πᾶ ι τοῖ γεγραμ μένοι ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆ αι αὐτά, σαφὲς ὅτι νόμος ὁ κατὰ τὸ γράμμα δηλοῦται Μωσέως, τὸ προστακτικὸν μὲν ὧν ποιητέον, ἀπαγορευτικὸν δὲ ὧν οὐ ποιητέον τοῖς αὐτῷ ὑποκειμένοις. τὸ δ' αὐτὸ δηλοῦται ἐν τῇ αὐτῇ ἐπιστολῇ καὶ ἐν τῷ ὁ νόμο γὰρ τῶν παραβά εων χάριν ἐτέθη, ἄχρι οὗ ἔλθῃ τὸ πέρμα ᾧ ἐπήγγελται, διαταγεὶ δι' ἀγγέλων ἐν χειρὶ με ίτου· καὶ ἐν τῷ ὥ τε ὁ νόμο παιδαγωγὸ ἡμῶν γέγονεν εἰ Χρι τόν, ἵνα ἐκ πί τεω δικαιωθῶμεν· ἐλθού η δὲ τῆ πί τεω οὐκέτι ὑπὸ παιδαγωγόν ἐ μεν. πάντε γὰρ υἱοὶ θεοῦ ἐ τὲ διὰ τῆ πί τεω ἐν Χρι τῷ Ἰη οῦ. σημαίνεται καὶ ἡ παρὰ Μωσεῖ ἀναγεγραμμένη ἱστορία ἀπὸ τῆς νόμος φωνῆς, ὡς ἀπὸ τῆς αὐτῆς ἐπιστολῆς ἔστι λαβεῖν ἐκ τοῦ λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντε εἶναι, τὸν νόμον οὐκ ἀκούετε; γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺ ἔ χεν, ἕνα ἐκ τῆ παιδί κη καὶ ἕνα ἐκ τῆ ἐλευθέρα . ἀλλ' ὁ μὲν ἐκ τῆ παιδί κη κατὰ άρκα γεγέννηται, ὁ δὲ ἐκ τῆ ἐλευθέρα διὰ τῆ ἐπαγγελία . οἶδα καὶ τοὺς ψαλμοὺς ὀνομαζομένους νόμον, ὡς δῆλον ἐκ τοῦ ἵνα πληρωθῇ ὁ λόγο ὁ ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένο ὅτι ἐμί η άν με δωρεάν. ἀλλὰ καὶ ἡ τοῦ Ἠσαίου προφητεία νόμος παρὰ τῷ ἀποστόλῳ λέγεται, φάσκοντι ἐν τῷ νόμῳ γέγραπται· ἐν ἑτερογλώ οι καὶ ἐν χείλε ιν ἑτέροι λαλή ω τῷ λαῷ τούτῳ, καὶ οὐδ' οὕτω εἰ ακού ονταί μου, λέγει κύριο · εὗρον γὰρ τὰ ἰσοδυναμοῦντα τῇ λέξει ταύτῃ ἐν τῇ τοῦ Ἀκύλου ἑρμηνείᾳ κείμενα. λέγεται νόμος καὶ ἡ μυστικωτέρα καὶ θειοτέρα τοῦ νόμου ἐκδοχή, ὡς ἐν τῷ οἴδαμεν γὰρ ὅτι ὁ νόμο πνευματικό ἐ τι. παρὰ δὲ πάντα ταῦτα λέγεται νόμος ὁ κατὰ τὰς κοινὰς ἐννοίας ἐνεσπαρμένος τῇ ψυχῇ καί, ὡς ὀνομάζει ἡ γραφή, ἐγγεγραμμένος τῇ καρδίᾳ λόγος, προσ τακτικὸς μὲν ὧν ποιητέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον. καὶ τοῦτο δὲ δηλοῦται ἐν τῷ ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύ ει τὰ τοῦ νόμου ποιοῦ ιν, οὗτοι νόμον μὴ ἔχοντε ἑαυτοῖ εἰ ὶ νόμο · οἵτινε ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖ καρδίαι αὐτῶν, υμμαρτυρού η αὐτῶν τῆ υνειδή εω . ὁ γὰρ γραπτὸ ἐν ταῖς καρδίαις νόμος καὶ ἐν ἐθνικοῖς φύ ει τὰ τοῦ νόμου ποιοῦ ιν οὐκ ἄλλος ἐστὶ τοῦ κατὰ τὰς κοινὰς ἐννοίας φύσει ἐγγεγραμμένου τῷ ἡγεμονικῷ ἡμῶν, καὶ τρανωτέρου μετὰ τῆς συμπληρώσεως τοῦ λόγου ὁσημέραι γινομένου. τοῦτο τὸ σημαινόμενον ἦν τοῦ νόμου καὶ ἐν τῷ ἁμαρτία οὐκ ἐλλο γεῖται μὴ ὄντο νόμου· καὶ ἐν τῷ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου. πρὸ γὰρ τοῦ κατὰ Μωσέα νόμου ἐλλελόγηται ἁμαρτία καὶ τῷ Κάϊν καὶ τοῖς κατὰ τὸν κατακλυσμὸν παθοῦσιν, ἔτι δὲ καὶ Σοδομίταις καὶ ἄλλοις μυρίοις· πολλοί τε ἔγνωσαν τὴν ἁμαρτίαν καὶ πρὸ τοῦ Μωσέως νόμου. καὶ μὴ θαυμάσῃς εἰ δύο σημαινόμενα τοῦ ἑνὸς ὀνόματος τοῦ νόμου ἐν τῷ αὐτῷ παρείληπται τόπῳ· εὑρήσομεν γὰρ ταύτην τὴν συνήθειαν καὶ ἐν ἄλλαις γραφαῖς, οἷον οὐχ ὑμεῖ λέγετε ὅτι τετράμηνό ἐ τι καὶ ὁ θερι μὸ ἔρχεται; ἐπάρατε τοὺ ὀφθαλμοὺ ὑμῶν καὶ θεά α θε τὰ χώρα ὅτι λευκαί εἰ ι πρὸ θερι μὸν ἤδη. δὶς γὰρ ὁ θερισμὸς ὀνομασθεὶς κατὰ μὲν τὸ πρότερον ἐπὶ τὸν σωματικὸν ἀναφέρεται, κατὰ δὲ τὸ δεύτερον ἐπὶ τὸν πνευματικόν. τὸ δὲ ὅμοιον εὑρήσεις καὶ ἐπὶ τοῦ ἀπὸ γενετῆς τυφλοῦ θεραπευθέντος· ᾧ ἐπιφέρει σωματικῶς γενομένῳ τὸ εἰ κρίμα ἐγὼ εἰ τὸν κό μον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντε βλέπω ι καὶ οἱ βλέποντε τυφλοὶ γένωνται. οὕτω τοίνυν καὶ νῦν χωρὶ μὲν νόμου τοῦ τῆς φύσεως δικαιο ύνη θεοῦ πεφανέρωται, μαρτυρουμένη δὲ ὑπὸ νόμου Μωσέως καὶ τῶν προφητῶν. εἴποιμεν δ' ἂν πρὸς τοὺς ἔτι ὀκνοῦντας παραδέξασθαι τὸ διττὸν σημαινόμενον τοῦ νόμου, ὅτι εἴπερ ὁ αὐτὸς νόμος παρείληπται ἔν τε τῷ νυνὶ δὲ χωρὶ νόμου δικαιο ύνη θεοῦ πεφανέρωται, καὶ ἐν τῷ μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν· εἰ μὲν χωρὶς νόμου πεφανέρωται, οὐχ ὑπὸ νόμου μαρτυρεῖται· εἰ δὲ ὑπὸ τοῦ νόμου μαρτυρεῖται, οὐ χωρὶς νόμου πεφανέρωται. τῇ τοίνυν δικαιοσύνῃ τοῦ θεοῦ φανερουμένῃ ὑπὸ Ἰησοῦ Χριστοῦ μαρτυρεῖ οὐδαμῶς μὲν ὁ τῆς φύσεως νόμος· μικρότερος γάρ ἐστιν αὐτῆς· ὁ δὲ Μωσέως νόμος, οὐ τὸ γράμμα ἀλλὰ τὸ πνεῦμα, καὶ οἱ ἀνάλογον τῷ πνεύματι τοῦ νόμου προφῆται, καὶ ὁ ἐν αὐτοῖς πνευματικὸς λόγος. διὸ χρὴ ἐπιμελῶς τὸν ἀναγινώσκοντα τὴν θείαν γραφὴν τηρεῖν ὅτι οὐ πάντως ταῖς αὐταῖς λέξεσιν ἐπὶ τῶν αὐτῶν πραγμάτων χρῶνται αἱ γραφαί· τοῦτο δὲ ποιοῦσιν, ὁτὲ

About this text

Origen of Alexandria, Commentarii in epistulam ad Romanos (catena Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Commentarii in epistulam ad Romanos (catena Greek) — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.