Commentary on Romans (Greek Catena) · §u04-rem-mid

Unit 4 rem mid

Rem mid: Unit 4; lemma continues; spiritual reading with the letter.

Greek

εἰπόντι ἐγώ εἰμι ἡ ζωή, κυριεύων τῶν τοιούτους καρποὺς ἐνηνοχότων. ἐν ᾧ θανάτῳ οὐκ ἐ τὶν ὁ μνημονεύων θεοῦ· καὶ γὰρ πᾶς ὁ ἐν αὐτῷ τέθνηκεν τῷ θεῷ καὶ ζῇ τῷ θανάτῳ, ὅπερ ταὐτόν ἐστιν τῷ ζῇν τῇ ἁμαρτίᾳ. ἡμέτερος καρπὸς εἰς ἁγιασμόν· οὐχ ἡμέτερος δέ, οὐδὲ κατὰ τὴν ἡμετέραν φύσιν, ὁ φέρων τῷ ἤδη συνησθημένῳ αὐτοῦ αἰσχύνην. ὅτι δὲ ἡμέτερον μὲν τὸ κρεῖττον, οὐ τοιοῦτον δὲ τὸ χεῖρον, δηλοῖ καὶ ὁ σωτὴρ λέγων εἰ τὸ ἀλλότριον ἐπι τεύθητε καὶ οὐκ ἐγένε θε ἄξιοι, τὸ ὑμέτερον τί ὑμῖν δώ ει; κἂν γὰρ μὴ γενώμεθα ἄξιοι τοῦ κρείττονος, ὡς ἡμέτερον αὐτὸ τῇ φύσει οὐ λαμβάνομεν διὰ τὴν ἁμαρτίαν. ἐρεῖ δέ τις ἐνταῦθα τὸν εἰς ἁγιασμὸν καρπὸν εἶναι τῶν δεδου λωμένων τῷ θεῷ τὴν παντελῆ ἀπὸ τῶν ἀφροδισίων καθάρευσιν· καί φησιν ὁ τοιοῦτος τοῖς μὲν ἐν γάμῳ ἁρμόζειν τὸ ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ, τοῖς δὲ ἐν ἁγνείᾳ ὡς μεῖζον τὸ νυνὶ δὲ ἐλευθερω θέντες ἀπὸ τῆς ἁμαρτίας καὶ τὰ ἑξῆς· ὥστε τὸν μὲν ἔσχατον καρπὸν αὐτοῦ εἰς ἁγιασμὸν διὰ τὸ δεδουλῶσθαι τῷ θεῷ δεδουλῶσθαι πολὺ πρότερον τῇ δικαιο σύνῃ μὴ πάντως ἔχειν τὸν καρπὸν αὐτοῦ εἰς ἁγιασμὸν διὰ τὸν κατὰ υγγνώμην λόγον. 34 vi 23 τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. καλὴ ἡ διαφορά, ὀψωνίου μὲν ἐπὶ τῆς ἁμαρτίας τεταγμένου, χαρίσματος δὲ ἐπὶ τοῦ θεοῦ· οὔτε γὰρ ὀψώνια ὡς ὀφειλόμενα δίδωσιν ὁ θεὸς ἀλλὰ χάρισμα, οὐδὲ χάρισμα ἡ ἁμαρτία ἀλλ' ὀφειλόμενα ὀψώνια. τὸ δὲ χάρισμα τοῦ θεοῦ οὐκ ἔταξεν ἁπλῶς ζωὴ αἰώνιος, ἀτελὴς γὰρ αὕτη νοεῖται ὅτε μὴ ἐν Χριστῷ Ἰησοῦ ἐστιν τῷ κυρίῳ ἡμῶν. δηλοῦται δὲ ὅτι ἡ ἁμαρτία τῷ βασιλευομένῳ ὑπ' αὐτῆς δίδωσι τὸν θάνατον, καὶ οὐχ ὁ θεὸς ἐπιφέρει τὸν ἐχθρὸν τοῦ Χριστοῦ θάνατον, ὁ γὰρ θεὸ θάνατον οὐκ ἐποίη εν καὶ τὰ ἑξῆς. ἐὰν δέ τις πρὸς τοῦτο ἀνθυποίσῃ καὶ τὸ ἐγὼ ἀποκτενῶ καὶ ζῇν ποιή ω καὶ κύριο θανατοῖ καὶ ζωογονεῖ, ἐροῦμεν ὅτι ἀποκτέννει ὁ θεὸς τῇ ἁμαρτίᾳ ἵνα μετὰ τοῦτο ζωοποιήσῃ τὸν ἀποθανόντα τῇ ἁμαρτίᾳ. 35 vii 1–3 ἢ ἀγνοεῖτε, ἀδελφοί, γινώσκουσι γὰρ νόμον λαλῶ, ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῇ; ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ. τὸ γινώσκειν τὸν νόμον πάντως οἶδεν τὴν διαφορὰν τῆς ἐν αὐτῷ παλαιότητο τοῦ γράμματο καὶ τῆς ἐνυπαρχούσης τοῖς νοήμασιν αὐτοῦ καινότητο τοῦ πνεύματο · τοῦτο γάρ ἐστι τὸ τελείως γινώσκειν τὸν νόμον. ἐπιφέρει δὲ καὶ παράδειγμα, σφόδρα τῷ προκειμένῳ κατάλληλον· ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός· ὁ νόμος ἐστὶν ὁ ἀνήρ· δῆλον δὲ ὅτι ὁ κατὰ τὸ γράμμα· οὗτος γὰρ καὶ τὸ ἀποθνήσκειν ἐπεδέξατο διὰ τὸ εἶναι παλαιότη γράμματο · τὸ δὲ παλαιού μενον καὶ γηρά κον ἐγγὺ ἀφανι μοῦ. λέγεται δὲ καὶ ἀποθνήσκειν καὶ ἐπεὶ μηδὲ παρὰ τοῖς βουλομένοις αὐτὸν φυλάσσειν καὶ οὕτω προαιρουμένοις, ἵν' οὕτως εἴπω, ζῇ. 36 vii 6 νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος. τὸ ἅγιον πνεῦμα ἀεί ἐστιν ἐν καινότητι, οὔτε παλαιούμενον οὔτε γηρά κον ἀλλὰ μᾶλλον τοῦ ἔ ω ἡμῶν ἀνθρώπου ἀνακαινουμένου ἡμέρᾳ καὶ ἡμέρᾳ· καὶ ἡ παλαιότης δὲ τοῦ γράμματος οὐκ ἔστιν ὅτε καινὴ ἦν, οὐδὲ ὁ παλαιὸ ἡμῶν ἄνθρωπο καινός ποτε ἦν, ὅστις ἅμα τῷ ὑποστῆναι πεπαλαίωται, οὐ χρόνῳ ἀλλὰ τῶν τοιῶνδε νοημάτων καὶ ἔργων παλαιωσάντων αὐτόν. vii 7 <τί οὖν; ὁ νόμος ἁμαρτία; οὐχ ὥσπερ ὄνομα ἕν ἐστι νόμος, οὕτω καὶ εἷς ὁ περὶ νόμου πανταχοῦ τῆς γραφῆς λόγος. διὸ καθ' ἕκαστον χρὴ τόπον αὐτῆς ἐπιμελῶς ἐπιστήσαντα θεωρῆσαι, νῦν μὲν τί σημαίνεται ἐκ τῆς νόμος φωνῆς, νῦν δὲ τί χρὴ τὸ τοιοῦτον ἐννοεῖν. ἀλλὰ καὶ περὶ ἄλλων πλειόνων· ὁμώνυμοι γὰρ καὶ ἐπὶ ἄλλων εἰσὶ κατὰ τὴν γραφὴν φωναί, αἵτινες συγχέουσι τοὺς νομίζοντας ὅτι ὡς ὄνομα ἕν ἐστιν οὕτω καὶ τὸ σημαινόμενον ἕν, ὅπου ἂν τοῦτο ὀνομασθῇ. ὅτι δὲ ἡ νόμος φωνὴ οὐκ ἐπὶ τοῦ αὐτοῦ ἀλλ' ἐπὶ πλειόνων τέτακται, τὰ πολλὰ παραλιπόντες καὶ δεόμενα κατασκευῆς, ἔχοντα ἀνθυποφορὰν λύσεως δεομένην, ἐκθησόμεθα τὰ πάνθ' ὁντινοῦν δυσωπῆσαι δυνάμενα, ὡς τῆς νόμος φωνῆς κειμένης ἐπὶ πλειόνων.

About this text

Origen of Alexandria, Commentarii in epistulam ad Romanos (catena Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Commentarii in epistulam ad Romanos (catena Greek) — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.