Fragmenta in epistulam i ad Thessalonicenses · §u01-open

Fragmenta in epistulam i ad Thessalonicenses Unit 1 opening

Unit 1.

Lemma-led open — : Πολλοὺς ὑπέμειναν διωγμοὺς οἱ ἐν Θεσσαλονίκῃ Χριστιανοὶ οἱ ἀπὸ τῶν ἐθνῶν πιστεύσαντες ὑπ

Greek

Fragmenta in epistulam i ad Thessalonicenses (in catenis) 1 Thess: Prolog Πολλοὺς ὑπέμειναν διωγμοὺς οἱ ἐν Θεσσαλονίκῃ Χριστιανοὶ οἱ ἀπὸ τῶν ἐθνῶν πιστεύσαντες ὑπὸ τῶν ἔτι Ἑλλήνων ὄντων, ἐφ' οἷς αὐτοὺς παραμυθεῖται. μέμνηται δὲ καὶ τῆς τῶν νεκρῶν ἀναστάσεως παραμυθούμενος αὐτοὺς ἐν ταῖς τῶν οἰκείων ἀποβολαῖς. ἡ δὲ προτεταγμένη τοῦ προοιμίου εὐχαριστία τῷ θεῷ μαρτυρία ἐστὶ τῆς τῶν Θεσσαλονικέων εὐλαβείας. 1 Thess 1,3 Ἡ μὲν πίστις ἐγείρει πρὸς ἔργον τοῦ ἀγαθοῦ, ἡ δὲ ἀγάπη παραμένειν ποιεῖ τοῖς πόνοις, ἡ δὲ ἐλπὶς ὑπομένειν ποιεῖ μετὰ μακροθυμίας τοὺς ἀγωνιζομένους. Καὶ ἡ μὲν πίστις ἐγείρει πρὸς καμάτους, ἡ δὲ ἀγάπη ἐπιμένειν ποιεῖ τοῖς πόνοις. 329 1 Thess 1,4®5 Εἰδότες, φησίν, ἀδελφοὶ ἠγαπημένοι, ὅτι τὸ εὐαγγέλιον οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνῳ, ἀλλὰ καὶ ἐν δυνάμει. οὐ μόνον, φησίν, ἐκηρύξαμεν ὑμῖν τὸν λόγον, ἀλλὰ καὶ δυνάμεις καὶ θαυματουργίας ὑμῖν ἐπεδείξαμεν. 1 Thess 1,8 Ἀντὶ τοῦ διαδίδοται καὶ διαβεβόηται. 1 Thess 2,2 Οὐκ ἀφείλετο ἡμῶν, φησί, τὰ ἐν Φιλίπποις κακὰ τὴν εἰς Χριστὸν παρρησίαν, ἀλλ' ἐλθόντες πρὸς ὑμᾶς ἀδεῶς ἐκηρύξαμεν τὸν λόγον. 1 Thess 2,4 Τὸ εὐαγγέλιον δι' οὗ παρακαλοῦμεν τοὺς θλιβομένους, τοῦτ' ἔστιν ἡ ἀνάστασις καὶ ἡ ἐν αὐτῇ μισθαποδοσία οὐ κατὰ πλάνην ἀλλὰ κατ' ἀλήθειαν κηρύττεται. 1 Thess 2,7 Ἀντὶ τοῦ ἐπιβαρεῖς καὶ ἐπαχθεῖς διὰ τὸ ἀπαιτεῖν τιμὰς ἃς δεῖ τιμᾶσθαι ἀποστόλους Χριστοῦ. 1 Thess 3,3 Οὐκ εἶπεν τὸ μηδένα ὀκλάζειν, ἵνα μὴ δόξῃ κατηγορεῖν, ἀλλ'

About this text

Severianus of Gabala, Fragmenta in epistulam i ad Thessalonicenses (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Severianus of Gabala’s Fragmenta in epistulam i ad Thessalonicenses — new OET from PG 65 Greek.

Witnesses

  • Copy-text PG 65 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.