Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
ἔθηκε λέξιν τὴν μὴ δυναμένην ἐλεγκτικὴν εἶναι τῆς ἐνδόσεως σαίνεσθαι εἰπὼν τὸ μηδένα ξενίζεσθαι. 1 Thess 4,15®17 Οὐκ αὐτὸς ἔμελλε περιλιμπάνεσθαι, φησίν, ἀλλὰ τὸ ἡμεῖς ἢ ἀντὶ τοῦ τοσοῦτον ὀλίγοι καὶ 330 εὐαρίθμητοι περιλειφθήσονται, οὐ φθάσουσι τοὺς κεκοιμημένους ἁγίους εἰς τὴν ἀπάντησιν τοῦ Χριστοῦ· εἰ γὰρ καὶ πάντες ἐγείρονται, ἀλλ' οὐ πάντες ἀπαντήσουσι τῷ Χριστῷ ἀλλ' οἱ δίκαιοι. δῆλον οὖν ὅτι ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ καὶ ζῶντές τινες καταλαμβάνονται. ἢ καὶ τοιοῦτόν ἐστιν ὅ φησιν· εἰ συνέβαινε νῦν τὸν Χριστὸν ἐλθεῖν, ἡμεῖς οἱ περιλιμπανόμενοι σήμερον οὐ μὴ φθάσωμεν ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ τοὺς κοιμηθέντας. στικτέον δὲ μετὰ τὸ οἱ περιλειπόμενοι εἰς τὴν ἡμέραν τοῦ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Ἐν φωνῇ ἀρχαγγέλου. τὸ αὐτὸ λέγει καὶ ὁ κύριος· μέσης δὲ νυκτὸς φωνὴ ἐγένετο· ἰδοὺ ὁ νυμφίος ἔρχεται. Καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον. τοῦτο πάλιν αὐτὸς ὁ κύριος λέγει ἐν τοῖς Εὐαγγελίοις, ὅθεν καὶ ὁ κύριος καὶ ὁ ἀπόστολος αἰνίττονται ὅτι νυκτὸς ἔσται ἡ παρουσία τοῦ κυρίου. Ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, ἀντὶ τοῦ οἱ 329, col 2 περὶ ἡμᾶς δίκαιοι. Ζῶντας ἔτι τινὰς βούλεται καταλαμβάνεσθαι ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ, καὶ τοῦτο δηλοῦσθαι 330,ξολ2 ἐκ τοῦ ἡμεῖς οἱ περιλειπόμενοι ἐν τῇ παρουσίᾳ τοῦ κυρίου. καὶ
About this text
Severianus of Gabala, Fragmenta in epistulam i ad Thessalonicenses (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s Fragmenta in epistulam i ad Thessalonicenses — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.