Fragmenta in epistulam i ad Thessalonicenses · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

τοιοῦτόν ἐστιν ὅ φησιν ὁ σωτήρ· ὥσπερ γὰρ ἐν ταῖς ἡμέραις τοῦ Νῶε ἦσαν γαμοῦντες καὶ γαμισκόμενοι, καὶ ἐξάπινα ἦλθεν ὁ κατακλυσμὸς καὶ ἔλαβε πάντας, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. οὐκοῦν, φησίν, ζῶντες καταλαμβάνονταί τινες. Ἐν κελεύσματι καὶ ἐν φωνῇ ἀρχαγγέλου, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται. τοῦτο αὐτὸς ὁ κύριος λέγει ἐν τῷ Εὐαγγελίῳ· μέσης δὲ οὔσης νυκτός, φησί, φωνὴ ἐγένετο· ὁ νυμφίος ἔρχεται. ὅτι δὲ ζῶντες καταλαμβάνονται, οἳ καὶ ἀναλαμβάνονται μετὰ τῶν κοιμηθέντων, ὁ κύριος δηλοῖ ἐν τῷ Εὐαγγελίῳ λέγων· δύο ἔσονται ἐν κλίνῃ· ὁ εἷς παραληφθήσεται, καὶ ὁ εἷς ἀφεθήσεται. καὶ δύο ἔσονται ἀλήθουσαι· ἡ μία παραληφθήσεται, καὶ ἡ μία ἀφεθήσεται. καὶ ὁ κύριός τε καὶ ὁ Παῦλος αἰνίττονται ὅτι νυκτὸς ἔσται ἡ παρουσία. 1 Thess 5,4®5 Ἡμέραν κυρίου τὴν παρουσίαν αὐτοῦ λέγει. κλέπτῃ δὲ παρείκασεν αὐτήν, ὅτι λανθάνουσα καὶ παρὰ προσδοκίαν ἔρχεται. ἐν νυκτὶ δέ, ὅτι ἡ ἡμέρα ἐπιστᾶσα τὰ ἐν νυκτὶ φαῦλα ἀπελέγχει. 331 1 Thess 5,6®8 Ἀλλ' ἡ νύμφη καὶ τῷ τῶν ἀρετῶν κόσμῳ κοσμουμένη ψυχὴ τὸν τῆς ἡμέρας ὕπνον καθεύδουσα τὸν ἄμοιρον νυκτὸς τὸν τῇ ἐγρηγόρσει συνεζευγμένον, καὶ μάλα εἰκότως ἔλεγεν· ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου γρηγορεῖ.

About this text

Severianus of Gabala, Fragmenta in epistulam i ad Thessalonicenses (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Severianus of Gabala’s Fragmenta in epistulam i ad Thessalonicenses — new OET from PG 65 Greek.

Witnesses

  • Copy-text PG 65 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.