Unit 2 rem early
Rem early: Unit 2; lemma and argument toward the thesis.
Greek
ἐνδύονται τὴν ἀφθαρσίαν. ἐὰν μέντοι τις παραδοθῇ τῇ κολάσει, οὐδὲν διαφέρει γυμνοῦ. 2 Kor 5,4 Τὸ ἀκόλουθον θέλει· ἐφ' ὃ ἐπενδύσασθαι θέλομεν τὴν ἀφθαρσίαν, ἀλλ' οὐκ αὐτὸ τὸ σῶμα ἐκδύσασθαι εἰς φθοράν. διὸ καὶ ἐπήγαγεν· ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. 2 Kor 5,5 Εἰς αὐτὸ τοῦτο, δηλονότι εἰς τὸ ἀφθάρτους γενέσθαι. 2 Kor 5,6 Ἀντὶ τοῦ πεπεισμένοι ὅτι ἐπιδημοῦντες ἐν τῷ σώματι, τοῦτ' ἔστιν ἐν σαρκὶ ἔτι διάγοντες ἐν τῷ κόσμῳ τούτῳ. 291 2 Kor 5,7 ∆ιὰ πίστεως ἐλπίζομεν εἰς θεόν· οὐ γὰρ τὸ εἶδος αὐτοῦ ὁρατὸν ἡμῖν ἐστιν· τοῦτο δὲ πιστεύομεν ὅτι πρὸς αὐτὸν ἐκδημήσομεν, ὅτε αὐτὸν ὀψόμεθα καθ' ὅσον ἀνθρώπῳ θεὸν ἰδεῖν δυνατόν. σωματικῶς γὰρ καὶ Μωϋσῆς εἶδεν, καὶ ἄγγελοι ὁρῶσιν καθὼς αὐτοῖς ὁρᾶν δυνατόν· θεὸν γὰρ οὐδεὶς ἑώρακεν πώποτε καὶ πᾶν κτίσμα τῆς τοῦ θεοῦ ἀπολιμπάνεται ὄψεως. 2 Kor 5,7–9 Ἐὰν ὧδε ᾖς εὐάρεστος, ἀναντιρρήτως ἐκεῖ εὐαρεστότερος εἶ, οὐκέτι ἀγωνιζόμενος ἀλλ' ἔχων τὸ ἀσφαλὲς τῆς εὐαρεστήσεως. ἐγχωρεῖ δὲ τὸ διὰ πίστεως περιπατοῦμεν οὐ διὰ εἴδους καὶ περὶ τῆς οἰκονομίας τοῦ θεοῦ λόγου εἰρῆσθαι, ἐπειδὴ αὐτὸς οὐκ ἦν τῶν τεθεαμένων τὸν κύριον ἐν σαρκὶ πρὸ τοῦ πάθους. 2 Kor 5,12 Οἱ ἀρέσκοντες ἀνθρώποις καὶ μὴ δι' αὐτὴν τὴν εὐλάβειαν καυχώμενοι δηλονότι διὰ πρόσωπον ἀνθρώπων καυχῶνται· ἡ γὰρ καρδία ὑπὸ θεοῦ κατοπτεύεται. 2 Kor 5,13 Ἔκστασιν καλεῖ τὸ καύχημα. καυχώμεθα ἵνα ἐκεῖνος δοξασθῇ, σιωπῶμεν τὴν καύχησιν– ὅπερ σωφρονεῖν λέγει–ἵνα ὑμᾶς διδάξωμεν μὴ καυχᾶσθαι. ἔκστασιν δὲ καλεῖ τὸ τὸν ὀφείλοντα φεύγειν τὸ καυχᾶσθαι ἀναγκάζεσθαι καυχᾶσθαι. Ἔκστασιν λέγει τὸ καύχημα τὸ ἐπὶ τῇ πολιτείᾳ· ἐξεστηκότων γὰρ τὸ καυχᾶσθαι, σωφρονούντων τὸ μετριάζειν. πολλάκις οὖν ἀναγκαζόμεθα ἐξίστασθαι καὶ καυχᾶσθαι, ἵνα ὁ θεὸς δι' ἡμῶν δοξασθῇ. σπουδάζομεν δὲ σωφρονεῖν καὶ μετριάζειν, ἵνα καὶ ὑμᾶς διδάξωμεν μὴ καυχᾶσθαι. ἔκστασιν δὲ λέγει τὸ τὸν ὀφείλοντα λέγειν τὸ καυχᾶσθαι ἀναγκάζεσθαι εἰς τοῦτο ἔρχεσθαι. 292 2 Kor 5,14–15 Βουλόμενοι σιωπῆσαι ἀναγκαζόμεθα καυχᾶσθαι, συνεχόμενοι ὑπὸ τῆς Χριστοῦ ἀγάπης, ἵνα ἐκεῖνος δοξάζηται. Οἱ πάντες ἀπέθανον· τοὺς πιστοὺς λέγει καὶ διὰ τοῦ βαπτίσματος καὶ διὰ τῆς ζωῆς νεκρουμένους τῷ κόσμῳ. Καὶ μηκέτι ἑαυτοῖς ζῶσιν· καὶ γὰρ ἐγὼ εἰ ἐμαυτῷ ἔζων, οὐκ ἐκαυχώμην, ἐπεὶ δὲ Χριστῷ ζῶ, δι' ἐκεῖνον καὶ σιωπῶ ἂν δέῃ πρὸς τὸ ὑμῶν συμφέρον, δι' ἐκεῖνον καὶ καυχῶμαι, ἵνα ἐκεῖνος δοξασθῇ. Εἴτε ἐξιστάμεθα, φησίν, εἴτε σωφρονοῦμεν ὑμῖν, πάντα διὰ τὴν ἀγάπην τοῦ Χριστοῦ πράττομεν. ἐπεὶ οὖν ὁ ὑπὲρ τινῶν ἀποθνήσκων τοὺς ἤδη κατακεκριμένους θανάτου ἀπαλλάττει, καὶ ὅσον τὸ ἐφ' ἡμῖν ἀποθανόντες ἦμεν, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν. ἄρα οἱ πάντες ἀπέθανον ὅσον τῇ καταδίκῃ. τοὺς πιστοὺς δὲ λέγει οἵτινες διὰ τοῦ βαπτίσματος ἐνεκρώθησαν τῷ κόσμῳ, μηκέτι ἑαυτοῖς ζῶντες ἀλλὰ τῷ Χριστῷ· καὶ γὰρ ἀποθανὼν ὑπὲρ πάντων Χριστὸς καὶ τὸ κοινὸν χρέως ἀποδούς, ἑαυτῷ ὀφειλέτην τὸν κόσμον κατέστησεν. 2 Kor 5,16 Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα. ἐπειδὴ σαρκὸς ἡ περιτομὴ καὶ τόδε φάγε καὶ τόδε μὴ φάγῃς καὶ τὸ σάββατον, λέγει ὅτι ἡ μεῖς τῶν πιστῶν οὐδένα οἴδαμεν κατὰ σάρκα. ἀλλ' ἐπειδὴ ὑπέκρουε τὸ τὸν κύριον περιτμηθῆναι καὶ τηρῆσαι σάββατον, λέγει τοῦτο εὐκαίρως, ἵνα τοὺς ἐν νόμῳ ὠφελήσῃ. νῦν δὲ οὐδέπω τοῦτο ... ἔγνωμεν· οὐ γὰρ βούλεται ἡμᾶς ζῆν κατὰ νόμον. Τοῦτο οὐ μόνον πρὸς τὸ νεκρῶσαι τὰς ἐπιθυμίας εἴρηται, ἀλλὰ μηδὲ πρὸς τὸ ὑπακούειν ἔτι τῷ νόμῳ· εἰ γὰρ καὶ περιετμήθη Χριστὸς καὶ γέγονεν ὑπὸ τὰς παρατηρήσεις τοῦ νόμου, ὅ ἐστιν εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. ὅτε γὰρ ἐν ἀνθρώποις ἦν, ὡς ἄνθρωπος ἐπολιτεύσατο πληρῶν τὸν νόμον τῷ βίῳ· ἀποθανὼν δὲ καὶ ἀναστὰς ἄφθαρτος κατήργησε τὰ τοῦ νόμου, τῆς δὲ οὐρανίου πολιτείας ὑπέδειξε τὴν ὁδόν. διὸ καὶ οἱ βαπτιζόμενοι τὰς σωματικὰς πολιτείας ὡς ἀποθανόντες νεκροῦσιν, 293,ξολ2 τὴν δὲ ἐν οὐρανοῖς καθαρὰν διαγωγὴν μιμούμενοι συνάπτουσιν ἑαυτοὺς κατὰ τὴν καρδίαν θεῷ. 2 Kor 5,17 Εἴ τις ἐν Χριστῷ ζῇ καὶ βαπτίζεται, οὗτος καινή ἐστι κτίσις, οὐκέτι κατὰ νόμον ζῶν ἀλλὰ κατὰ τὴν καινὴν χάριν τοῦ πνεύματος. εἴτε γὰρ εἴποις νόμον εἴτε χάριν, πάντα ἐκ
About this text
Severianus of Gabala, Fragmenta in epistulam ii ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s Fragmenta in epistulam ii ad Corinthios — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.