Fragmenta in epistulam ii ad Thessalonicenses
Fragmenta in epistulam ii ad Thessalonicenses Unit 1 opening§u01-open
u01-openUnit 1.
Lemma-led open — εἴπερ ἡμέρα ἔστιν
Greek · §u01-open
Fragmenta in epistulam ii ad Thessalonicenses (in catenis) 2 Thess: Prolog Πάλιν ἐπὶ τοῖς διωγμοῖς οἷς ὑπέμενον οἱ Θεσσαλονικεῖς παραμυθεῖται αὐτούς, ἐξ αὐτοῦ τοῦ προοιμίου μνημονεύσας τῆς δικαίας καὶ μεγάλης ἀνταποδόσεως τοῦ Χριστοῦ τῆς τοὺς πονηροὺς ἀμυνομένης, τοὺς δὲ ἁγίους στεφανούσης. εἶτα ἐπειδὴ πολλὴ ζήτησις ἦν περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας τὸ πότε ἐλεύσεται, καὶ περὶ τούτου διορθοῦται τὰς ὑπολήψεις, ὥστε μὴ προλαμβάνεσθαι ἢ παραφέρεσθαι ταῖς ξέναις διδασκαλίαις. ὑποτίθεται καὶ τὸν τρόπον καὶ τὴν ἀκολουθίαν τῆς παρουσίας Χριστοῦ τῆς πάλιν ἐσομένης μετὰ τὴν τοῦ ἀντιχρίστου πλάνην. 2 Thess 1,3 Ἡ μετὰ δικαιοσύνης ἀγάπη τὸ μὴ μόνον ἀγαπᾶν ἀλλὰ καὶ ἀνταγαπᾶσθαι. 2 Thess 1,6®8 Οὐκ ἀμφιβολίας ἐστὶ τὸ εἴπερ δίκαιον, ἀλλ' ἐπιτάσεως καὶ ὁμολογίας· καὶ γὰρ ἐν ἤθει εἴρηται, ὡς πολλάκις φαμέν, ἡμέρας οὔσης· «εἴπερ ἡμέρα ἔστιν». ∆ιδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι τὸν θεόν, ἀντὶ τοῦ ἐπάγοντος τιμωρίαν τοῖς ἀσεβοῦσιν. Μετ' ἀγγέλων δυνάμεως αὐτοῦ ἐν φλογὶ πυρός. τὸ φοβερὸν τῆς ἐνδόξου παρουσίας παρίστησι καὶ διὰ τούτων, καὶ δι' ὧν ἐπάγει τοὺς ἠδικημένους παραθαρρύνων· μεγάλη γὰρ παραμυθία οὐ μόνον ὁ μισθὸς ὁ ὑπὲρ τῶν παθῶν ἀλλὰ καὶ ἡ κατὰ τῶν ἠδικηκότων αὐτοὺς γενομένη τιμωρία. 2 Thess 1,10 Ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ἡ γὰρ ἐνταῦθα πίστις προευτρεπίζει τὸν μισθὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. ποίᾳ; ἐν ᾗ ἥξει ὁ Χριστός. 2 Thess 2,1®4 Παραινεῖ αὐτοὺς μὴ θορυβεῖσθαι ἀκαίρως πρὸ τῆς ἐπιφανείας τοῦ κυρίου, μήτε εἰ προφῆται λέγοιεν εἶναι ἐν οἷς πνεῦμα πλάνης ἐστίν, μήτε εἰ λόγοι καὶ φῆμαι περὶ τοῦ κυρίου κατασπείροιντο, μήτε εἰ ἐπιστολήν τινες πλασάμενοι κομίζοιεν ὡς ἡμετέραν. ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ 333 ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα. μὴ προσδοκᾶτε, φησί, τὸν σωτῆρα πρὸ τοῦ πλάνου ὃν δεῖ πρότερον ἐλθεῖν, καθὼς ἔφην. ὑπὲρ πάντα θεὸν ἢ σέβασμα ὑπεραιρόμενον, οἷον ὑπὲρ πᾶσαν εἰδωλολατρείαν· ὥσπερ γὰρ αὐτὸς αὐτὴν συνεστήσατο, οὕτω καὶ αὐτὸς ἀνατρέψει αὐτὴν ἐλθών, καὶ πᾶσαν αἵρεσιν, ἣν ἀντέθηκε τῷ λόγῳ τῆς ἀληθείας, ἵνα καὶ κατὰ
Unit 1 rem early§u01-rem-early
u01-rem-earlyRem early: Unit 1; lemma and argument toward the thesis.
Greek · §u01-rem-early
τοῦτο κατακριθῶσιν οἱ ἄνθρωποι, ὅτι τὰ εἴδωλα ἐφ' οἷς ἐπλανήθησαν, οὐκ αὐτοὶ καθεῖλον, ἀλλ' ὁ πλανήσας. τὰς δὲ πλάνας ταύτας ἐξ ἀρχῆς συνεστήσατο ὁ διάβολος, ἀφιστῶν τοῦ θεοῦ κατὰ βραχὺ τοὺς ἀνθρώπους καὶ ἠρέμα τὴν ἑαυτοῦ προσκύνησιν ἀντεισάγων, ἵνα ὅταν μετὰ ταῦτα ἔλθῃ, πεπλανημένους αὐτοὺς καὶ ἐκτὸς ὄντας τῆς τοῦ θεοῦ βοηθείας, εὐχερῶς ὑπαγάγηται ἑαυτῷ. περὶ δὲ τῆς ἐσομένης πλάνης τῶν ἀνθρώπων καὶ αὐτὸς ὁ σωτὴρ προεῖπεν ὅτι δυσχερὲς ἐλθόντα αὐτὸν εὑρεῖν τὴν πίστιν ἐπὶ τῆς γῆς. ὁ ἄνθρωπος τῆς ἁμαρτίας, τοῦτ' ἔστι ὁ ἀντίχριστος· ἥξει γὰρ εἰς Ἱεροσόλυμα ὡς ἀνοικοδομήσων τὸν ναόν, καὶ στήσεται ἐν τῷ ἁγίῳ τόπῳ θεὸν ἑαυτὸν ἀναγορεύων. ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ὑπὲρ πάντα μὲν λεγόμενον θεόν, ἀντὶ τοῦ ὑπὲρ πᾶσαν εἰδωλολατρείαν· ὑπὲρ δὲ πᾶν σέβασμα, ἀντὶ τοῦ πᾶσαν 334 αἵρεσιν ἣν ἀντέθηκε τῷ λόγῳ τῆς ἀληθείας. ὥσπερ ὑποσκευὴ ἁψῖδος, οὕτως αἱ αἱρέσεις παρὰ τοῖς λεγομένοις καὶ Ἰουδαίοις καὶ Ἕλλησι προπαρασκευή εἰσι τῷ διαβόλῳ. καὶ ὥσπερ ἁψῖδος σφιγχθείσης καὶ λαβούσης τὴν οἰκείαν κατασκευὴν ἡ ὑποσκευὴ λύεται, καὶ μένει μόνη ἡ ἁψὶς στερεά, οὕτως ὁ διάβολος τὰς αἱρέσεις τὰς πολλὰς καὶ τὰς τῆς πλάνης ὁδοὺς ἀντὶ ὑποσκευῆς ὑπέθηκεν ὥσπερ ἁψῖδά τινα τὴν ἑαυτοῦ προσκύνησιν ἐπισκευάσας. 333, col 2 ∆ιὰ τούτου δείκνυσιν ὅτι τὴν εἰδωλολατρίαν ἣν ὁ διάβολος συνεστήσατο, αὐτὸς ἐλθὼν ἀνατρέπει. καὶ πᾶσαν αἵρεσιν ἣν ἀντέθηκεν τῷ λόγῳ τῆς ἀληθείας, αὐτὸς ἐλθὼν παραλύει, ἵνα καὶ ἐν τούτῳ τὸ κρίμα ἔχωσιν οἱ ἄνθρωποι, ὅτι τὰ ἐφ' οἷς ἐπλανήθησαν οὐκ αὐτοὶ καθεῖλον, ἀλλ' ὁ πλανῶν αὐτούς. ταύτας γὰρ τὰς πλάνας ἃς κατὰ μέρος συνερτήσατο ὁ διάβολος ἀφιστῶν τοῦ θεοῦ καὶ ἡρέμα τὴν ἑαυτοῦ προσκύνησιν ἀντεισάγων, ἵν' ὅταν μετὰ ταῦτα ἔλθῃ, προητοιμασμένα εὑρηκώς, καὶ πεπλανημένους τοὺς ἀνθρώπους καὶ ἐκτὸς ὄντας τοῦ θεοῦ τῆς βοηθείας, εὐχερῶς ἑαυτῷ δόξῃ κατορθοῦν τὸ σπουδαζόμενον, τοῦτ' ἔστι τὸ προσκυνηθῆναι αὐτὸν παρὰ
Unit 1 rem mid§u01-rem-mid
u01-rem-midRem mid: Unit 1; lemma continues; reading with the letter.
Greek · §u01-rem-mid
πάντων ἀνθρώπων. 334, col 2 ὡς γὰρ ὑποσκευὴ ἁψῖδος, οὕτως αἱ αἱρέσεις αἵ τε παρ' Ἕλλησι καὶ αἱ παρὰ τοῖς Χριστιανοῖς τῷ διαβόλῳ. ὥσπερ δὲ ἁψῖδος σφιγγείσης καὶ λαβούσης τὴν οἰκείαν κατασκευὴν ἡ ὑποσκευὴ αἴρεται, μένει δὲ μόνη ἡ ἁψῖς στερρά, οὕτως ὁ διάβολος τὰς αἱρέσεις τὰς πολλὰς καὶ τὰς τῆς πλάνης ὁδοὺς ἀντὶ ὑποσκευῆς ὑπέθηκεν, ὥσπερ ἁψῖδα μεγίστην τὴν ἑαυτοῦ προσκύνησιν προκατασκευάζων, ἵν' ὅταν ἔλθῃ ἐκδικῶν πάσας τὰς αἱρέσεις, καὶ αὐτὸς καταργῇ γυμνὴν τὴν ἑαυτοῦ προσκύνησιν εἰσάγων ἀνθρώπους. 2 Thess 2,4 Κατὰ μίμησιν τοῦ σωτῆρος ἔρχεται ὁ σατανᾶς ἐν ἀνθρώπῳ ὁλοκλήρῳ. 2 Thess 2,6®8a Κατέχει καὶ κωλύει τοῦ ἀνόμου τὴν παρουσίαν τὸ πνεῦμα τὸ ἅγιον. ἐπειδὰν οὖν, φησί, τοῦτο διὰ τὴν τῶν ἀνθρώπων κακίαν ἐκ μέσου γένηται καὶ ἀποστῇ, τὸ τηνικαῦτα χώραν ἕξει ὁ ἄνομος ἀποκαλυφθῆναι καὶ ἐπαναστῆναι μηδενὸς κωλύοντος. ἔφη δὲ τοῦτο, ὅτι καὶ ἀρχὴν ἤδη εἴληφε τὸ μυστήριον τῆς ἀνομίας, ἐπειδὴ κατὰ τοὺς χρόνους τοὺς ἀποστολικοὺς καὶ σχίσματα καὶ αἱρέσεις γεγόνασιν, καὶ ἔκτοτε τὴν ἀπιστίαν τῶν ἀνθρώπων ὁ διάβολος διεπράττετο. τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀσεβείας. καὶ γὰρ Μανιχαῖοι ἤδη εἶπον τὸν διάβολον θεὸν εἶναι τοῦ νόμου, καὶ Μαρκίων εἶπεν οὐ τὸν πατέρα εἶναι τοῦ Χριστοῦ τὸν θεὸν τοῦ νόμου καὶ τὸν πάντων μείζονα λέγουσί τινες 335 σέβειν. λέγει δὲ καὶ Χριστὸν ἑαυτὸν εἶναι ὁ Μάνης, καὶ τὸν παράκλητον ἑαυτὸν εἶναι. μόνον τὸ κατέχον ἄρτι ἕως ἐκ μέσου γένηται, καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος. καὶ κατέχει καὶ κωλύει τοῦ ἀνόμου τὴν παρουσίαν τὸ πνεῦμα τὸ ἅγιον, ὡς καὶ ἤδη εἶπεν. καὶ νῦν τὸ κατέχον οἴδατε. 334, col 2. Τὸ κατέχον φησὶ τὴν τοῦ ἁγίου πνεύματος χάριν. 335 2 Thess 2,8b®9 Τοῦτο καὶ Ἡσαΐας προλαβὼν εἶπεν· μνημονεύσας γὰρ τοῦ ἐκ ῥίζης Ἰεσσαὶ ἐπήγαγεν· καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ
Unit 1 rem close§u01-rem-close
u01-rem-closeRem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.
Greek · §u01-rem-close
στόματος αὐτοῦ, καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ τὸν ἀσεβῆ. τὸ δὲ πατάξειν αὐτὸν τὴν γῆν προεῖπε καὶ διὰ τοῦ ὑστέρου τῶν προφητῶν εἰρηκώς· ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. καὶ μετ' ὀλίγα· ἰδοὺ ἀποστελῶ ὑμῖν Ἡλίαν τὸν Θεσβίτην, καὶ ἐπήγαγε· μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην. Καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ. ἡ ζωὴ ἡμῶν ἐστιν ὁ Χριστός· ὅταν οὖν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, ἐξ ἀνάγκης καταργεῖ καὶ τὸν τοῦ θανάτου πρόξενον τὸν διάβολον. κατὰ μίμησιν δὲ τοῦ σωτῆρος ἔρχεται ὁ σατανᾶς ἐν ἀνθρώπῳ ὁλοκλήρῳ, οὗ ἐστιν ἡ παρου336 σία κατ' ἐνέργειαν τοῦ σατανᾶ πάσῃ δυνάμει, σημείοις καὶ τὰ ἑξῆς. κατὰ μίμησιν τῆς σωματικῆς ἐπιδημίας τοῦ· Χριστοῦ, τῆς ὑπὲρ ἡμῶν οἰκονομίας ἔρχεται ὁ σατανᾶς, καὶ ἐνεργεῖ ἐν ἀνθρώπῳ, καθὼς καὶ ἤδη εἶπον. 335,col2 Τοῦτό ἐστι τὸ καὶ πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ, ὅπερ Ἡσαΐας φησίν· μνημονεύσας γὰρ τοῦ ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἐπήγαγεν· καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ. τὸ δὲ πατάσσειν τὴν γῆν προεῖπεν καὶ διὰ τοῦ ὑστέρου τῶν προφητῶν· εἰρηκὼς γάρ· ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις με ἥλιος δικαιοσύνης, καὶ μετ' ὀλίγα· ἰδοὺ ἀποστέλλω ὑμῖν Ἡλίαν τὸν Θεσβίτην, τελευταῖον ἐπήγαγεν λόγον τὸ μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην. Καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ. Ζωὴν ἡμῶν εἶπε τὸν Χριστὸν ὁ ἀπόστολος, καὶ ἐπήγαγεν· ὅταν ἡ ζωὴ ὑμῶν φανερωθῇ. ζωῆς οὖν οὐρανόθεν φανερουμένης ἀδύνατον μὴ καταργηθῆναι τὸν τοῦ θανάτου πρόξενον, οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ σατανᾶ. 336,ξολ2 τοῦτο ὤφειλεν πεῖσαι τοὺς Ἀπολιναρίδας καὶ τοὺς Ἀριανούς, ὅτι ὅλον ἄνθρωπον ἀνέλαβεν ὁ θεὸς λόγος. κατὰ γὰρ μίμησιν τῆς δικαιοσύνης καὶ τῆς ὑπὲρ ἡμῶν οἰκονομίας ἔρχεται ὁ σατανᾶς καὶ ἐνεργήσει ἐν ἀνθρώπῳ.