Fragmenta in epistulam ii ad Thessalonicenses · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; lemma and argument toward the thesis.

Greek

τοῦτο κατακριθῶσιν οἱ ἄνθρωποι, ὅτι τὰ εἴδωλα ἐφ' οἷς ἐπλανήθησαν, οὐκ αὐτοὶ καθεῖλον, ἀλλ' ὁ πλανήσας. τὰς δὲ πλάνας ταύτας ἐξ ἀρχῆς συνεστήσατο ὁ διάβολος, ἀφιστῶν τοῦ θεοῦ κατὰ βραχὺ τοὺς ἀνθρώπους καὶ ἠρέμα τὴν ἑαυτοῦ προσκύνησιν ἀντεισάγων, ἵνα ὅταν μετὰ ταῦτα ἔλθῃ, πεπλανημένους αὐτοὺς καὶ ἐκτὸς ὄντας τῆς τοῦ θεοῦ βοηθείας, εὐχερῶς ὑπαγάγηται ἑαυτῷ. περὶ δὲ τῆς ἐσομένης πλάνης τῶν ἀνθρώπων καὶ αὐτὸς ὁ σωτὴρ προεῖπεν ὅτι δυσχερὲς ἐλθόντα αὐτὸν εὑρεῖν τὴν πίστιν ἐπὶ τῆς γῆς. ὁ ἄνθρωπος τῆς ἁμαρτίας, τοῦτ' ἔστι ὁ ἀντίχριστος· ἥξει γὰρ εἰς Ἱεροσόλυμα ὡς ἀνοικοδομήσων τὸν ναόν, καὶ στήσεται ἐν τῷ ἁγίῳ τόπῳ θεὸν ἑαυτὸν ἀναγορεύων. ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ὑπὲρ πάντα μὲν λεγόμενον θεόν, ἀντὶ τοῦ ὑπὲρ πᾶσαν εἰδωλολατρείαν· ὑπὲρ δὲ πᾶν σέβασμα, ἀντὶ τοῦ πᾶσαν 334 αἵρεσιν ἣν ἀντέθηκε τῷ λόγῳ τῆς ἀληθείας. ὥσπερ ὑποσκευὴ ἁψῖδος, οὕτως αἱ αἱρέσεις παρὰ τοῖς λεγομένοις καὶ Ἰουδαίοις καὶ Ἕλλησι προπαρασκευή εἰσι τῷ διαβόλῳ. καὶ ὥσπερ ἁψῖδος σφιγχθείσης καὶ λαβούσης τὴν οἰκείαν κατασκευὴν ἡ ὑποσκευὴ λύεται, καὶ μένει μόνη ἡ ἁψὶς στερεά, οὕτως ὁ διάβολος τὰς αἱρέσεις τὰς πολλὰς καὶ τὰς τῆς πλάνης ὁδοὺς ἀντὶ ὑποσκευῆς ὑπέθηκεν ὥσπερ ἁψῖδά τινα τὴν ἑαυτοῦ προσκύνησιν ἐπισκευάσας. 333, col 2 ∆ιὰ τούτου δείκνυσιν ὅτι τὴν εἰδωλολατρίαν ἣν ὁ διάβολος συνεστήσατο, αὐτὸς ἐλθὼν ἀνατρέπει. καὶ πᾶσαν αἵρεσιν ἣν ἀντέθηκεν τῷ λόγῳ τῆς ἀληθείας, αὐτὸς ἐλθὼν παραλύει, ἵνα καὶ ἐν τούτῳ τὸ κρίμα ἔχωσιν οἱ ἄνθρωποι, ὅτι τὰ ἐφ' οἷς ἐπλανήθησαν οὐκ αὐτοὶ καθεῖλον, ἀλλ' ὁ πλανῶν αὐτούς. ταύτας γὰρ τὰς πλάνας ἃς κατὰ μέρος συνερτήσατο ὁ διάβολος ἀφιστῶν τοῦ θεοῦ καὶ ἡρέμα τὴν ἑαυτοῦ προσκύνησιν ἀντεισάγων, ἵν' ὅταν μετὰ ταῦτα ἔλθῃ, προητοιμασμένα εὑρηκώς, καὶ πεπλανημένους τοὺς ἀνθρώπους καὶ ἐκτὸς ὄντας τοῦ θεοῦ τῆς βοηθείας, εὐχερῶς ἑαυτῷ δόξῃ κατορθοῦν τὸ σπουδαζόμενον, τοῦτ' ἔστι τὸ προσκυνηθῆναι αὐτὸν παρὰ

About this text

Severianus of Gabala, Fragmenta in epistulam ii ad Thessalonicenses (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Severianus of Gabala’s Fragmenta in epistulam ii ad Thessalonicenses — new OET from PG 65 Greek.

Witnesses

  • Copy-text PG 65 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.