Fragmenta in epistulam ii ad Timotheum · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

ἐμπέσοι, καὶ τῷ τὴν αὐτάρκειαν τιμῶντι καὶ τὸ ἶσον, καὶ δίκαιον τοὺς περὶ πλεονεξίας καὶ φιλαργυρίας λόγους διεξιέναι προσήκει, μή 344 πως ἀφυλάκτως τῆς ῥίζης τῶν κακῶν βλάστημα παραδέχηται. ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία. Παῦλος ὁ ἀπόστολος διωρίσατο. 2 Tim 4,5 Ἡ τῆς διακονίας πληροφορία τὸ πλῆρες καὶ ἀνελλειπὲς ὑποφαίνει τῶν λόγων ὅσα τῆς ἀρχιερωσύνης καθέστηκεν ἴδια, καὶ τὸ πανταχόθεν τὰς τοῦ λογικοῦ ποιμνίου χρείας ἀναπληροῦν ὡς πᾶσι τοῖς μέλεσιν ἀρτίως ἔχειν ἔν τε ἱερεῦσι καὶ λειτουργοῖς· εἰς γὰρ τὸ ἀνοικοδομεῖν καὶ φυγεύειν ἐτάχθησαν οἱ τὸ τῆς ἐπισκοπῆς ἀξίωμα κληρωσάμενοι, καὶ εἰ κακοπαθεῖν διὰ τοῦτο συμβαίη. διὸ καὶ ἐν τοῖς εἰρημένοις τὴν κακοπάθειαν τοῦ ἔργου προέταξεν ὁ ἀπόστολος· ἔφη γάρ· κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ. 2 Tim 4,6 Σπένδομαι. Ἀντὶ τοῦ ἀναιροῦμαι, σφάζομαι ὥστε ῥάναι τὸ αἷμά μου τῇ γῇ.

About this text

Severianus of Gabala, Fragmenta in epistulam ii ad Timotheum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Severianus of Gabala’s Fragmenta in epistulam ii ad Timotheum — new OET from PG 65 Greek.

Witnesses

  • Copy-text PG 65 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.