Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
ἀντὶ τοῦ ἵνα ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου, ἔχω ἀπολογίαν ὅτι ἐγὼ εἶπον. ταῦτα δὲ λέγει, ἵνα παρρησίαν αὐτῷ δῷ πρὸς τὸ κηρύττειν τὸν λόγον. 2 Tim 4,2 Βούλεται γὰρ διὰ τούτου τοῦ παραγγέλματος κατὰ πάντα καιρὸν τοῖς μαθητευομένοις ἐφίστασθαι τὸν διδάσκαλον τοῦ μὲν εὐκαίρως δηλοῦντος τὴν μετὰ τὴν ἁμαρτίαν ὑπόμνησιν· τότε γὰρ δοκεῖ πῶς εὔκαιρον εἶναι τὸ διελέγξαι τὸν ἁμαρτήσαντα. ἐπειδὴ δὲ τῆς προφυλακτικῆς ἔξω τοῦτο βοηθείας καθέστηκε, τὸ ἀναμένειν ἁμαρτεῖν πρῶτον τὸν ἄνθρωπον, εἴθ' οὕτως ἐλέγχειν αὐτὸν καὶ πρὸς τὴν μετάνοιαν ἐπιστρέφειν ἐπιδιορθούμενος τὸν λόγον φησίν, οὐ μόνον εὐκαίρως ἀλλὰ καὶ ἀκαίρως, ἵνα ᾖ τὸ ἀκαίρως τὸ πρὶν τὴν ἁμαρτίαν εἰς ἔργον ἐλθεῖν. περιττὸν γὰρ καὶ οὐκ ἐπὶ καιροῦ νομίζεται τοῖς πολλοῖς τὸ τοῖς μήπω διαμαρτοῦσι προσδιαλέγεσθαι. τοῦτο δὲ τὸ περιττὸν καὶ ἄκαιρον τοῖς εἰδόσι διακρίνειν λίαν ἐστὶν ἀναγκαῖον καὶ εὔκαιρον. καὶ τῷ σωφρονοῦντι γὰρ διαλεκτέον περὶ πορνείας, ἵνα μὴ τοῖς τοῦ πάθους λίνοις
About this text
Severianus of Gabala, Fragmenta in epistulam ii ad Timotheum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s Fragmenta in epistulam ii ad Timotheum — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.