Fragmenta in epistulam ad Galatas · §u01-open

Fragmenta in epistulam ad Galatas Unit 1 opening

Unit 1.

Lemma-led open — : Τοῦ κηρύγματος εἰς τὰ ἔθνη δεχθέντος τινὲς τῶν ἀπὸ τῆς περιτομῆς ἐξιόντες ἔπειθον τὰ ἔθν

Greek

Fragmenta in epistulam ad Galatas (in catenis) Gal: Prolog Τοῦ κηρύγματος εἰς τὰ ἔθνη δεχθέντος τινὲς τῶν ἀπὸ τῆς περιτομῆς ἐξιόντες ἔπειθον τὰ ἔθνη ἰουδαΐζειν, καὶ πρώτη περὶ τούτου φαίνεται ζήτησις γεγενημένη ἐν Ἀντιοχείᾳ, ὅτι οἱ ἀπόστολοι ἔγραψαν μὴ ὑποκεῖσθαι νόμῳ, ἀπέχεσθαι δὲ εἰδωλοθύτου καὶ αἵματος καὶ πνικτοῦ καὶ πορνείας· οὕτω γὰρ ἔδοξε τῷ ἁγίῳ πνεύματι. ἐκράτησε δὲ τὸ νόσημα τοῦτο τῶν Galατῶν συμφώνως ἰουδαΐζειν βουληθέντων. ἐπείσθησαν δὲ ὑπὸ τῶν διαστρεφόντων λεγόντων, ὡς οἱ λοιποὶ ἀπόστολοι οὐ κωλύουσι τοὺς βουλομένους τηρεῖν τὸν νόμον. 299 Gal 1,4 ∆είκνυσιν ὅτι οὐ Μωϋσῆς ἀπέθανεν ὑπὲρ τοῦ κόσμου οὐδέ τις τῶν προφητῶν ἄλλος. οὐ δεῖ τοίνυν ἡττᾶσθαι τοῦ μὴ σώσαντος, ἀλλὰ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος. Gal 1,6–7 Εἰς ἕτερον εὐαγγέλιον ὃ οὐκ ἔστιν ἕτερον, φησίν· τὸ γὰρ ἡμέτερον εὐαγγέλιον καὶ τὸ τῶν ἀποστόλων ἐκτὸς ὑμᾶς εἶναι βούλεται νόμου. Gal 1,8–10 Ἔστω ἄγγελος, διὰ τί δὲ καὶ ἡ μεῖς; ὅτε ἐκηρύττομεν, πνεύματος ἁγίου δυνάμει ἐκηρύξαμεν· τὸ δὲ πνεῦμα τὸ ἅγιον οὐ μετανοεῖ. ἐὰν οὖν ἄλλα εἴπωμεν, κατελίπομεν τὰ τοῦ πνεύματος. ἔστω οὖν καὶ ὁ κῆρυξ ἀνάθεμα, ἀθετῶν τὸ κήρυγμα. Παρ' ὃ παρελάβετε. οὐκ ἐκήρυξα μὲν ἐγώ, φησίν, ὑμεῖς δὲ οὐκ ἐλάβετε, ἀλλὰ καὶ ἐγὼ ἐκήρυξα, καὶ ὑμεῖς παρελάβετε. οὔτε ἐγὼ μετανοῶ κηρύξας, καὶ ὑμεῖς τηρήσατε ὃ εἰλήφατε. Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. μέλλων αὐτοὺς ὑπομιμνήσκειν τοῦ ἰδίου εὐαγγελίου, προλαβὼν ἀσφαλίζεται ἵνα μὴ νομίσωσιν ὅτι θεραπεύει ὑπαγόμενος· ἐπιπλήττει γὰρ νουθετῶν. εἰπὼν δὲ εἰ ἔτι, ἐδήλωσεν ὅτι ἤρεσκε ποτὲ ἀνθρώποις. τίσι δὲ ἤρεσκεν; παρ' ὧν ἔλαβεν ἐπιστολὰς τοὺς εἰς ∆αμασκὸν πιστοὺς κακῶσαι. εἰ οὖν, φησίν, ἤρεσκον ἔτι τοῖς Ἰουδαίοις, οὐκ ἂν ἐπίστευσα τῷ Χριστῷ. Gal 1,13 Τίς χρεία τῆς ἐν τῷ Ἰουδαϊσμῷ ἀναστροφῆς ἀλλ' ἵνα δείξῃ, ὅτι οὐ προλήψει δουλεύει ἀλλ' ἀληθείᾳ· οὐ γὰρ μισήσας τὸν νόμον ὑπέδραμε τὴν χάριν–ἐξεδίκει γὰρ αὐτόν–ἀλλ' εὑρὼν τὸ τέλειον ἀπέστη τοῦ νόμου. Νῦν δείκνυσιν ὅτι πλέον τι τῶν περὶ Πέτρον ἔχει· οὐ γὰρ ἐζήλωσαν ἐκεῖνοι ὑπὲρ τοῦ Ἰουδαϊσμοῦ ἀπειθοῦντες τῷ Χριστιανισμῷ ὡς ἐγώ. 300 μὴ τοίνυν οἰηθῇτε ὅτι μισήσας τὸν νόμον ἦλθον εἰς τὴν χάριν– ἐξεδίκουν γὰρ τὸν νόμον–ἀλλ' εὗρον τὸ τέλειον, καὶ οὐκ ἐξισῶ τὸν νόμον τῇ τελείᾳ χάριτι. Gal 1,16 Οὐ διαβάλλων δὲ τοὺς ἀποστόλους τοῦτό φησιν, ἀλλ' ὅτι οὐκ ἐστοίχησα θνητῇ σαρκί. Gal 2,16 Εἰ γὰρ ἐξ ἔργων οὐδεὶς δικαιοῦται τῶν πόνον φερόντων, ἐκ δὲ πίστεως ὅπου τὸ τῆς εὐκολίας καὶ τὸ τῆς δικαιοσύνης μέγα, πῶς οὐκ ἀναγκαῖόν φησιν ἐάσαντας νόμον ἀρκεῖσθαι τῇ χάριτι; ἐξ ἔργων νόμου λέγει μὴ δικαιοῦσθαι, οὐκ ἐξ ἐντολῶν· ἡ γὰρ ἐντολὴ δικαιοῖ ἀκουομένη, τὸ δὲ ἔργον ἦν τὸ δυσκατόρθωτον. Gal 2,18 Πρὸς τὸν Πέτρον ὁ λόγος· σὺ κατέλυσας αὐτὰ δόγματι ὅπερ ἀπεστάλη παρ' ὑμῶν τοῖς

About this text

Severianus of Gabala, Fragmenta in epistulam ad Galatas (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Severianus of Gabala’s Fragmenta in epistulam ad Galatas — new OET from PG 65 Greek.

Witnesses

  • Copy-text PG 65 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.