Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
Ἀντιοχεῦσι καὶ πάσῃ τῇ οἰκουμένῃ. ἀπρεπὲς οὖν ταύτα διδάσκειν ἑτέρους, ὧν τῆς ἐπιμελείας ἀπέστης καὶ ἰδίῳ κατέλυσας δόγματι. Gal 2,19– Ὁ νόμος τῶν σωματικῶν ἔχει τὴν ἐργασίαν καὶ τὴν ἀπόλαυσιν, τόδε φάγε καὶ τόδε μὴ φάγῃς, σάββατον τήρησον, περιτομήν. ἡ χάρις οὐ βούλεταί σε διὰ τούτων εὐδοκιμεῖν. ἐνεκρώθην οὖν, φησί, τούτοις. τί χρείαν ἔχω νόμου; Ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. ὃ ἐγὼ ἔζων ἐμαυτῷ, ὑπὸ νόμον ἤμην. ἐπειδὴ δὲ Χριστὸς ζῇ ἐν ἐμοί, ὁ μηκέτι ὑπὸ νόμον ἀλλ' ἐν οὐρανοῖς ἐκ δεξιῶν τοῦ πατρός, οὐκ ἀθετῶ τὸν ἐν ἐμοὶ ζῶντα. Ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ. πιστεύω γὰρ εἰς τὸν υἱὸν τοῦ θεοῦ. εἰ δὲ ὁ υἱὸς τοῦ θεοῦ ᾧ πιστεύω, ἐν δεξιᾷ τοῦ πατρός, ἐν οὐρανοῖς πολιτεύομαι· ὁ δὲ νόμος ἐν τοῖς ἐπὶ γῆς εἶχε τὰς τηρήσεις. οὐκ ἄρα ὑπόκειμαι νόμῳ. 301 Gal 3,19–22 Ἐβάρει πλέον ὁ νόμος, καὶ διακονία θανάτου διὰ τοῦτο ὠνόμασται. πῶς οὖν τῶν παραβάσεων χάριν προσετέθη, φησίν; ἐν συντόμῳ ῥήματι τοιοῦτόν ἐστιν· πρὸ νόμου καὶ ὁ νοῦς τῶν ἀνθρώπων μετὰ τῆς σαρκὸς ἐδούλευσε τῇ ἁμαρτίᾳ καὶ ἔστεργε τὸ κακόν, δοθέντος τοῦ νόμου ὁ μὲν νοῦς ἐπαιδεύθη, ἡ δὲ σὰρξ ἔτι κατείχετο. ἐπεὶ οὖν ὁ μὲν ἀγνοῶν τὴν ἁμαρτίαν ὅτι ἁμαρτία ἦν, τὴν ἀσέβειαν ὡς εὐσέβειαν μετιὼν καὶ σπουδαιότερον αὐτῇ προσέχει, ὁ δὲ γνοὺς ὅτι κακόν, τοῦτο γοῦν κερδανεῖ τὸ συνειδέναι ὅτι παραβαίνει, καὶ ἐπιθυμεῖ τῷ θεῷ ὑπακοῦσαι. διὰ τοῦτο ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ἀντὶ τοῦ εἰ ἐδόθη νόμος, οὐκ ἐδόθη, φησί, κατὰ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ, ἀλλ' οὐδὲ διὰ παντὸς κρατεῖν ἐδύνατο. Gal 3,23 Εἰ καὶ μηδὲν ἕτερον κατώρθου ὁ νόμος, ἀλλὰ τὸ τὸν θεὸν εἰδέναι παρεῖχεν. τὸ δὲ τὸν θεὸν εἰδέναι ἕτοιμον ἐποίει πρὸς τὴν τῆς χάριτος ὑποδοχήν. Gal 3,27–28 Οὐχ ἡ τοῦ νόμου τήρησις, φησί, βελτίονας ποιεῖ τοὺς πιστεύσαντας τῶν ἀπὸ τῶν ἐθνῶν τοὺς Ἰουδαίους, ἀλλ' ἡ δύναμις τοῦ βαπτίσματος τὸ Χριστὸν ἐνδύσασθαι παρέχουσα, κοινὴν ποιεῖ τὴν χάριν πάντων ὁμοῦ, βαρβάρων, Ἑλλήνων, Ἰουδαίων, θήλεος, ἄρρενος. οὐχ ἁπλῶς δὲ παρέμιξε τὸ θῆλυ καὶ τὸ ἄρρεν–ὅσον γὰρ εἷς τῷ ῥήματι ἐζήτει πρὸς τὸ προκείμενον–, ἀλλ' εἰ τὸ ἄρρεν καὶ τὸ θῆλυ διαφέρον εἰς μίαν χάριν συνάγει τὸ βάπτισμα, πόσῳ μᾶλλον Ἕλληνα καὶ Ἰουδαῖον. Gal 4,8–10 Νῦν βούλεται δεῖξαι ὅτι μετὰ τὸ τὴν χάριν ἐλθεῖν, κἂν δοκῇ τις κατὰ νόμον σάββατον τηρεῖν καὶ νεομηνίας καὶ ἑορτάς, ὥσπερ εἰδωλολατρεῖ τοῖς στοιχείοις οἷς ἐθρήσκευεν ἐθνικὸς ὤν, ἄλλως δουλεύων. καὶ οὐ
About this text
Severianus of Gabala, Fragmenta in epistulam ad Galatas (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s Fragmenta in epistulam ad Galatas — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.