Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
νόμον τηρεῖ· πέπαυται γάρ. πτωχὰ δὲ στοιχεῖα εἰπὼν οὐ κατηγόρησεν ὡς πονηρῶν, ἀλλ' ὡς πλουτίζειν μὴ δυναμένων καὶ ἀρκεῖν πρὸς εὐσέβειαν. 302 Gal 4,12 Μὴ νομίσητε, φησίν, ὅτι ἄλλην τινὰ λύπην εἶχον πρὸς ὑμᾶς καὶ διὰ τοῦτο ἐπιπλήττω· τῆς γὰρ ὀδύνης τὸ πάθος συνεχῶς αὐτὸν μεταβάλλειν ἀναγκάζει τοῦ λόγου τὸ εἶδος, καὶ νῦν μὲν ἐπιτιμᾶν, νῦν δὲ παρακαλεῖν, καὶ ποτὲ μὲν κατηγορεῖν, ποτὲ δὲ θρηνεῖν. ἐνταῦθα τοίνυν διδάσκει ὡς ἅπερ γράφει, διὰ φιλοστοργίαν γράφει–οὐδὲν γάρ, φησί, παρ' ὑμῶν ἠδίκημαι–, ἀλλὰ καὶ θεραπείαν, ὅτι μάλιστα πλείστης ἠξίωμαι. Gal 4,15– 18 Τίς οὖν ὁ μακαρισμός; ἀντὶ τοῦ οὐδείς. ἢ οὕτως· τὸ τηρεῖν νόμον ἢ τὸ πίστει ζῆν; καὶ ἐπειδὴ εἶπεν ὅτι ἐκεῖνοι θέλουσιν οὐχὶ ὑμᾶς ζηλοῦν, ἵνα τὸ τέλειον αὐτοὶ ἔχωσι τῆς πίστεως μὴ τηροῦντες νόμον, ἀλλ' αὐτοὺς ὑμᾶς ζηλοῦν, ἐπήγαγεν ὅτι ταῦτα λέγω οὐ φθονῶν αὐτοῖς· ὤφελον γὰρ κἀκεῖνοι τέλειοι ἦσαν τῇ πίστει κεχρημένοι, καὶ ἀκώλυτον ἦν αὐτοὺς ζηλοῦσθαι καὶ μιμεῖσθαι ἡμᾶς. καὶ ὑμεῖς οὖν τοιαῦτα πράττετε ἃ καὶ ζηλωτοὺς ὑμᾶς ποιεῖ, ἵνα πάντες ὑμᾶς μιμῶνται, καὶ μὴ ὅταν ἔλθω αἰδεσθέντες με τοιοῦτοι γίνεσθε, ἀλλὰ καὶ ἐμοῦ μὴ παρόντος ἑαυτοὺς διορθοῦσθε. Gal 4,23–24 Νῦν τῷ ὀνόματι κατεχρήσατο, οὐ τῇ δυνάμει τῆς ἀλληγορίας. ἡ γὰρ ἀλληγορία οὐ στοιχεῖ τοῖς ῥητοῖς, ἄλλα δέ τινα ἐμφαινόμενα ἀπὸ τῆς κατὰ τὴν ὑφὴν τῶν νοημάτων ἀκολουθίας εἰσάγει, οἷόν ἐστι τὸ φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ, τοῦ ἐν τοῖς Ἄσμασι τῶν Ἀσμάτων· ἐκεῖ γὰρ οὔτε φίλημα οὔτε θρὶξ οὔτε κοιλία οὐδὲ μηροὶ οὐδὲ ἕτερόν τι, ἀλλ' ἄλλα δι' ἄλλων εἰσάγεται, καὶ τοῦτό ἐστιν ἀλληγορίας εἶδος κύριον. ἐνταῦθα δὲ καὶ ἡ ἱστορία ὡμολόγηται, καὶ ὅτι τύπος ἐστὶ τοῦ μέλλοντος ἀποδέδεικται. ἡ οὖν δι' ἔργων προφητεία ἀλληγορία νῦν ὠνόμασται. τῶν γὰρ προφητειῶν αἱ μέν εἰσι διὰ λόγων μόνον ὡς τὸ ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, αἱ δὲ δι' ἔργων μόνον ὡς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, αἱ δὲ καὶ δι' ἔργων καὶ διὰ λόγων ὡς τὸ πρὸς 303 Ἰερεμίαν ῥηθέν, τὸ λάβε περίζωμα καινὸν καὶ περίθου· εἶτα θάψον αὐτὸ παρὰ τὸν Εὐφράτην, καὶ ὡς διερρύη τῷ χρόνῳ καὶ διεβρώθη, λάβε αὐτό, φησίν, ἐκεῖθεν. ἕως γὰρ τούτου δι' ἔργων ἡ προφητεία, τὸ δὲ ἑξῆς καὶ διὰ λόγων· ὅτι οὕτως κἀγὼ τοὺς υἱοὺς Ἰσραὴλ περιεθέμην καὶ οὕτως αὐτοῖς ἐβοήθησα, καὶ οὕτως αὐτοὺς εἰς Βαβυλῶνα ἀπάγω αἰχμαλώτους καὶ σαθρωθέντας καὶ φθαρέντας ἐκεῖθεν ἀναγάγω καὶ ἀποκαθιστῶ. νῦν οὖν τὴν δι'
About this text
Severianus of Gabala, Fragmenta in epistulam ad Galatas (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s Fragmenta in epistulam ad Galatas — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.