In epistulam i ad Corinthios · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; lemma and argument toward the thesis.

Greek

Χριστοῦ τοῦ θεοῦ ἡμῶν. εἰ δὲ τὸν νοῦν τοῦ θεοῦ οὐ καταλαμβάνουσιν ἄνθρωποι γνῶναι, οὐκοῦν οὐδὲ τὸν ἡμῶν τῶν ἐχόντων νοῦν καὶ σοφίαν θεοῦ. 1 Kor 3,1–3 Οἱ ἄπιστοι ταῖς θαυματουργίαις μᾶλλον ἕπονται· διὸ ὑμῖν λόγον εἶπον, οὐ μὴν τὴν τελείαν σοφίαν τὴν ἀποκεκρυμμένην, τὴν περὶ τοῦ πάθους οἰκονομίαν ἣν τέλειοι μόνοι πιστεύοντες καταδέχονται. 236 ἔτι τὴν περὶ τῶν ἠθικῶν διδασκαλίαν καὶ τὸ διὰ τῶν σημείων πιστεῦσαι τροπικῶς γάλα καλεῖ, βρῶμα δὲ τὴν τῶν θείων δογμάτων ἀπαγγελίαν. δύναται δὲ γάλα εἶναι καὶ τὰ ἐλαφρὰ παραγγέλματα, τὸ τιμᾶν πατέρα καὶ τὴν μητέρα, καὶ οὐ μοιχεύσεις καὶ τὰ ὅμοια, καὶ δεῦρο ἀκολούθει μοι. εἶτα εἰπών· σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε, τοῦτο λέγει τὰ ἐν ἀνθρώποις τιμᾶτε καὶ οὐ τὰ τοῦ θεοῦ ζητεῖτε. 1 Kor 3,5Ἀντὶ τοῦ ἴσοι κατὰ τὴν διακονίαν. 1 Kor 3,6–10 Τὰ μὲν ὡς ἐπὶ γεωργίας εἴρηται αὐτῷ, τὰ δὲ ὡς ἐπὶ οἰκοδομῆς. αὐτὸς δὲ ἔφη πεφυτευκέναι καὶ τὴν ἀρχὴν δεδωκέναι καὶ θεμέλιον καταβεβληκέναι θεοῦ. Παρεγγυᾷ τοῖς μετ' αὐτὸν οἰκοδομοῦσι τῷ θεμελίῳ, ὅπως μὴ παρέργου τὴν οἰκοδομὴν ποιήσωνται. θεμέλιον δὲ λέγει τὴν πίστιν καὶ τὸ κήρυγμα. 1 Kor 3,11–15 Οὐ τῆς κτίσεως λέγεται θεμέλιος ὁ Χριστός, ὡς ψευδόμενοι οἱἈρειανοὶ διϊσχυρίζονται, ἀλλὰ τῆς πίστεως· ἐκηρύχθη γὰρ ὁ Χριστός, καὶ πᾶσα ἡ οἰκοδομὴ ἐπὶ τοῦτον γίνεται τὸν θεμέλιον. καὶ οἱ μὲν διδάσκοντες μίαν πίστιν κηρύττουσιν καὶ τὸν εὐαγγελικὸν βίον καταγγέλλουσιν, ἡμῶν δέ ἐστιν ἑαυτοὺς ἢ λίθους ποιεῖν τιμίους ἢ ξύλα ἢ χόρτον ἢ καλάμην. ὅταν οὖν εἴπῃ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ, οὐ κατὰ τὸν βίον, ἀλλὰ κατὰ τί; θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον. ὁ διδάσκων τὸν Χριστὸν καταγγέλλει καὶ τὰ παραγγέλματα αὐτοῦ δίδωσιν· λοιπόν ἐστιν ἀφομοιωθῆναι ἢ χρυσῷ διὰ τὴν καθαρότητα, ἢ χόρτῳ διὰ τὴν ἀσθένειαν. ἐὰν οὖν παραγγείλῃ ὅτι ἕκαστος βλεπέτω καὶ τὰ ἑξῆς, πρὸς τοὺς βουλομένους ἐπονομάζεσθαι ἀπὸ τῶν βαπτιζόντων ἢ διδασκόντων. Εἴ τινος τὸ ἔργον μένει ὃ ἐπῳκοδόμησεν, ὁρᾷς ὅτι καλὸν οἰκοδομεῖ ὁ οἰκοδομῶν· ἐκεῖνο δὲ οὐ μένει κατὰ μεταβολὴν ἐνίοτε χείρονος προαιρέσεως. εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. 237 ὑπερβατόν ἐστιν· οὕτως γὰρ ἀναγνωστέον· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός, ἀντὶ τοῦ οὕτως κατακαυθήσεται καὶ ζημιωθήσεται ὡς διὰ πυρός, αὐτὸς μέντοι σωθήσεται· οὐ γὰρ παρ' αὐτὸν γεγένηται ἡ ἐπὶ τὸ χεῖρον παρατροπή. Καθ' ὑπερβατὸν εἴρηται, ἵνα ᾖ οὕτως· εἴ τινος τὸ ἔργον μένει, μισθὸν λήψεται, αὐτὸς δὲ σωθήσεται. εἴ τινος τὸ ἔργον καυθήσεται, ζημιωθήσεται καὶ καυθήσεται ὡς διὰ πυρός. πῶς δὲ αὐτὸς σωθήσεται, ἐὰν τὸ ἔργον αὐτοῦ κατακαῇ ὃ οἰκοδόμησεν; οὕτως δὲ ὡς διὰ πυρὸς κρινομένου αὐτοῦ, μή τι παρέλιπε τῶν εἰς διόρθωσιν ἡκόντων ἢ ὑπόμνησιν τῶν ἁμαρτανόντων κατὰ τὸνἸεζεκιήλ. 1 Kor 3,16–18 Πάλιν μεταβαίνει ἐπὶ τοὺς θαρσοῦντας τῇ ἑαυτῶν σοφίᾳ. ὅτι δὲ ναοὺς μὲν τοῦ θεοῦ λέγει τοὺς πιστεύοντας, φθείρειν δὲ τὸν ναὸν τοῦ θεοῦ λέγει. τοὺς λόγοις θαρσοῦντας, τὰ ἑξῆς δηλώσει. εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, γενέσθω μωρός. διὰ τί οὖν φθείρει τὸν ναὸν ὁ θαρσῶν τῇ ἔξωθεν σοφίᾳ; εἰ θεοῦ ναὸς εἶ, ἐκεῖνον ὀφείλεις ἔχειν διδάσκοντα καὶ ἀποκαλύπτοντα· εἰ δὲ ἀφεὶς τὸν ἐνοικοῦντα τῇ σῇ συνέσει κέχρησαι, οὐκέτι ναὸν ποιεῖς τὸν ναὸν ἀλλὰ φθείρεις αὐτόν. εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν, τοῖς πλησσομένοις καὶ βλαπτομένοις ὑπὸ τῆς ἔξωθεν παιδείας· διεστείλατο γὰρ εἰπὼν ἐν ὑμῖν. Τοὺς κατηχθέντας καὶ δεξαμένους τὸν λόγον τῆς γνώσεως ἐν ἑαυτοῖς καὶ μὴ παρασαλευθέντας καὶ τὴν διδαχήν, τοῦ ἁγίου πνεύματος ναοὺς ὀνομάζει καὶ οἴκους ἀκινήτους τοῦ ἐνοικήσαντος πνεύματος· τοὺς δὲ πράξαντάς τι τῆς τοῦ πνεύματος ἐνεργείας ἄξιον, τούτους πνευματικοὺς καλεῖ, ὥσπερ ῥητορικοὺς καὶ τεχνικούς φαμεν τοὺς τῆς τέχνης καὶ τῆς ῥητορικῆς ποιησαμένους ἐπίδειξιν. οἱ οὖν ἑτέραν διδασκαλίαν ἐκ τῆς ἔξωθεν σοφίας παραδεχόμενοι, οὗτοι ἔφθειραν ἑαυτῶν τὸν λογισμὸν παραχαράττοντες τὴν πίστιν τὸν τοῦ πνεύματος ναόν. διὸ ἀπειλεῖ τούτους ὑπὸ θεοῦ διαφθαρήσεσθαι, ὅτι καταλιπόντες τὸν ἐνοικοῦντα διδάσκαλον περὶ τὴν ἔξω σοφίαν ἐπλανήθησαν ἱκανὴν οὖσαν πρὸς ἐφόδιον ἀπάτης. 238,ξολ2 ∆ι' ὧν τὴν σοφίαν τοῦ κόσμου τούτου ἀπαγορεύει οὖσαν ἱκανὴν πρὸς ἀπάτην, διεστείλατο τοὺς πληττομένους τῷ ἐλέγχῳ. 1 Kor 3,21–23 Παραγγείλας μὴ προσδέχεσθαι τὴν ἔξω σοφίαν, διδάσκει μήτε ἐπὶ σοφοῖς ἀνθρώποις καυχᾶσθαι·

About this text

Severianus of Gabala, In epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Severianus of Gabala’s In epistulam i ad Corinthios — new OET from PG 65 Greek.

Witnesses

  • Copy-text PG 65 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.