In epistulam i ad Corinthios · §u02-rem-mid

Unit 2 rem mid

Rem mid: Unit 2; lemma continues; reading with the letter.

Greek

εὐτελὴς γὰρ αὕτη ἡ καύχησις ὅπου πάντα ἐστὶν ὑμῶν, καὶ οἱ ἀπόστολοι–διὰ γὰρ τοὺς ὠφελουμένους ἀπεστάλησαν–, καὶ ὁ κόσμος ὑμῶν δι' οὓς γέγονε πρὸς ἀπόλαυσιν, καὶ ἡ ζωὴ ὑμῶν ὡς σωζομένων, καὶ ὁ θάνατος– εἰ μὴ γὰρ ἦν τὰ τοῦ θανάτου φοβερά, οὐκ ἂν τὰ τῆς μελλούσης ζωῆς προετιμήθη–· κατὰ τὸν αὐτὸν γὰρ λόγον εἴρηται τὰ ἐνεστῶτα καὶ μέλλοντα· οἱ γὰρ τῶν ἐνεστώτων καταφρονοῦντες ὡς προσκαίρων τῶν μελλόντων ἐπιτυγχάνουσιν. πάντα οὖν τὰ προειρημένα ὑμῶν, ὅτι καὶ ὑμεῖς Χριστοῦ γεγόνατε, καὶ οἱ τῷ Χριστῷ προσοικειώμενοι ἀρέσκονται θεῷ. Πάντα ὑφ' ὑμῶν. πῶς καὶ τίνα τρόπον; ὅτι καὶ ὑμεῖς Χριστοῦ γεγόνατε, καὶ ἵνα δείξῃ ὅτι οἱ τῷ Χριστῷ προσοικειώμενοι ἀρέσκονται θεῷ, ἐπήγαγεν· Χριστὸς δὲ θεοῦ. 1 Kor 4,1Ἀρκεῖ μὲν ἡμῖν τὸ ὡς ὑπηρέτας Χριστοῦ τιμᾶσθαι, τὸ δὲ ἀφ' ἡμῶν τινας ὀνομάζεσθαι φορτικόν. 1 Kor 4,2Ὑμεῖς μὲν ὡς ὑπηρέτας θεοῦ ὁρᾶτε ἡμᾶς, τίς δὲ ὑπηρέτης πιστός, μὴ ὑμεῖς ζητεῖτε–τοῦτο γὰρ ἐν ὑμῖν κινδυνεύεται–καὶ οὔτε ἄξιον τοὺς διδασκάλους κρίνεσθαι ὑπὸ τῶν μαθητῶν. διὰ τί δὲ ταῦτά φησιν; ἐπειδὴ συνεῖδέν τινας μὲν τῶν διδασκάλων ἀναξίους τιμωμένους ὑπ' αὐτῶν, τοὺς δὲ ἀξίους περιορωμένους, ὅθεν καὶ προεώρα σχίσματα ἐν αὐτοῖς ἐσόμενα. διὸ καὶ σφοδρότερον ἐγκαλεῖ σπεύδων καταστεῖλαι τὸ πάθος. 1 Kor 4,3Ἵνα δὲ μὴ δόξῃ ὡς καταφρονηθεὶς ὑπερόπτως ταῦτα λέγειν, μονονουχὶ τοῦτο λέγει· μὴ νομίσητε ταῦτά με ὑπὲρ ἐμαυτοῦ ἀποστέλλειν· οὐ γὰρ οὕτω πολιτεύομαι ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ· ἀνάξιον γὰρ τοῦτο ἡγοῦμαι ὡς πρὸς ὑμᾶς καὶ πάντα ἄνθρωπον. ἀνθρωπίνην 239 δὲ ἡμέραν τὸν ἄνθρωπον καλεῖ, τὸ πρόσκαιρον καὶ ἐφήμερον τῆς τῶν ἀνθρώπων ζωῆς δηλῶν. εἶτα ἐπειδὴ μέγα δοκεῖ εἶναι τὸ εἰπεῖν οὐδὲν ἐμαυτῷ σύνοιδα, ἐπήγαγεν ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι· ἔστι γὰρ κατ' ἄγνοιαν πταίσαντα μὴ πλήττεσθαι τὸ συνειδός. ἔπειτα οὐ τὸ μὴ ποιεῖν φαῦλον δικαιοῖ, ἀλλὰ τὸ κατορθοῦν ἀρετὴν τελειοῖ. εἰκὸς δὲ ὅτι καὶ μετριοπαθῶν εἶπεν τοῦτο· μὴ οὖν φρονεῖτε μείζονα ἢ καθ' ὑμᾶς, ἀλλ' ἀναμένετε τὸν κριτήν. 1 Kor 4,5 ∆ι' ὅλου ἔχεται τοῦ σκοποῦ σωφρονίζων τοὺς βουλομένους ἀπὸ μὲν τοῦ δεῖνος ὀνομάζεσθαι, ἀπὸ δὲ τοῦ δεῖνος μὴ ὀνομάζεσθαι· τοῦτο γὰρ κρινόντων ἐστὶν τόν τε ἄξιον καὶ μὴ ἄξιον. μὴ οὖν φρονεῖτε μείζονα ἢ καθ' ὑμᾶς, ἀλλ' ἀναμένετε τὸν κριτήν· ὑμᾶς μὲν γὰρ καὶ πεπλασμένον ἦθος ἀπατᾶν ἐγχωρεῖ, τὸν δὲ φωτίζοντα τὰ κρυπτὰ τοῦ σκότους οὐκ ἄν τι τῶν κεκρυμμένων διαλάθοι. ταῦτα δὲ εἶπεν, ὡς ὅτι πολλὰ παρ' αὐτοῖς κατ' ἀπάτην ἐγίνετο καὶ ἀνάξιοι ἐτιμῶντο. Οἱ τιμώμενοι οὐ πάντως ἦσαν καλοί, ἀλλ' ἕως σχήματος ἐπεῖχον τὴν ἀρετήν, παρεωρῶντο δὲ οἱ φύσει καλοί· οὐ γὰρ ἂν ταῦτα εἶπεν. 1 Kor 4,6 Ἑαυτὸν καὶἈπολλῶ παράγει σιωπήσας τὰ πρόσωπα τῶν ἀπαιτούντων τιμᾶσθαι καὶ ἀπ' αὐτῶν ὀνομάζεσθαι τοὺς μαθητάς, ἵνα τύπον καὶ ἀκολουθίαν ἀφ' ἡμῶν λάβητε μετρίως προσφέρεσθαι τοῖς διδασκάλοις. καὶ μὴ ὑπὲρ ἃ γέγραπται φρονεῖτε περὶ ἡμῶν, ἀλλὰ λογίζεσθε ἡμᾶς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ, καὶ μὴ τοὺς μὲν τῶν διδασκάλων ἀτιμάζετε, τοὺς δὲ τιμᾶτε. Σαφέστερον ἐν τούτοις ἤλεγξεν αὐτῶν τὴν γνώμην· ὁ γὰρ ὀνομαζόμενος ἀπὸ τοῦ δεῖνος, τὸν δεῖνα δὲ περιορῶν, ὑπὲρ ἐκείνου μὲν ἐφυσιοῦτο, κατ' ἐκείνου δὲ εἶχεν τὴν φυσίωσιν. 1 Kor 4,7 Σὲ τὸν βουλόμενον ἀπὸ τοῦδε καλεῖσθαι ἢ τόνδε καταλιμπάνειν, τίς διακρίνει; οὐχὶ ἀναμένεις τὸν κριτήν; σὺ ὁ ὑπακούων ἀνα240 μένεις τὸν κριτήν, καὶ τὸν διδάσκαλον τῇ σῇ κρίσει ὑποβάλλεις; 239,ξολ2 Σὲ τὸν λαϊκὸν τίς διακρίνει ἐφ' οἷς ἢ φρονεῖς ἢ πράττεις, ὅτι σὺ ἑτέρους διακρίνειν τολμᾷς, καὶ ταῦτα διδασκάλους; οὐχὶ ὁ κύριος; 240,ξολ2 εἰ οὖν σὺ ὁ μαθητὴς τὸν κύριον ἀναμένεις κριτήν, πῶς τὸν διδάσκαλον τῇ σῇ ὑποβάλλεις κρίσει, τὸν μὲν ἄξιον λέγων, τὸν δὲ ἀνάξιον; ∆ιὰ τί νομίζεις ἔχειν πλεονέκτημα ὃ μήτε ἔχεις μήτε εἴληφας; λέγει δὲ τὴν ὑπερβάλλουσαν σύνεσιν δι' ἧς καὶ δυνατὸν καὶ διδασκάλους κρίνειν καὶ δοκιμάζειν. Εἰ καὶ ἔλαβες τὴν σύνεσιν ἀπὸ θεοῦ, δεῖ τῷ θεῷ τῷ δεδωκότι αὐτὴν δόξαν προσάγειν, οὐ μὴν ἐπὶ σαυτῷ μέγα φρονεῖν καὶ ἐπαίρεσθαι ὡς οἰκεῖον προβαλλόμενον πλεονέκτημα. 1 Kor 4,8 Οὐχ ὅτι οὕτως εἶχε τὰ κατ' αὐτούς, ἀλλὰ δείκνυσιν ὅτι οὕτω διέκειντο ψευδῆ περὶ ἑαυτῶν δοξάζοντες, καὶ ᾤοντο πάσης πεπληρῶσθαι γνώσεως ὡς λοιπὸν καὶ διδασκάλους κρίνειν. ἤδη προσKorῆ γέγονεν ὑμῖν τὰ χαρίσματα καὶ οὐκ ἀεὶ ποθητά. τὸ δὲ χωρὶς ἡμῶν δηλοῖ μηδέπω βασιλευσάντων ὑμεῖς ἔφθητε βασιλεῦσαι, τὸ δὲ καὶ ὄφελόν γε διὰ μέσου

About this text

Severianus of Gabala, In epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Severianus of Gabala’s In epistulam i ad Corinthios — new OET from PG 65 Greek.

Witnesses

  • Copy-text PG 65 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.