In epistulam i ad Corinthios Unit 6 opening
Unit 6.
Lemma-led open — ἐπιστεύσατε ὅτι ἀφίενται ὑμῶν αἱ ἁμαρτίαι αὐτοῦ τοῦ ἀφιέντος μὴ ἐγηγερμένου. εἰ δὲ Χριστὸς
Greek
ἐπιστεύσατε ὅτι ἀφίενται ὑμῶν αἱ ἁμαρτίαι αὐτοῦ τοῦ ἀφιέντος μὴ ἐγηγερμένου. 273 εἰ δὲ Χριστὸς ἐγήγερται, ὥσπερ οὖν καὶ ἐγήγερται, δηλονότι καὶ αἱ ἁμαρτίαι ἀφίενται, καὶ ἡ τῶν νεκρῶν ἀνάστασις ἔσται. 1 Kor 15,19 ∆ιὰ τοῦτο ἐλεεινοί, ὅτι τῆς ζωῆς ταύτης οὐ μετερχόμεθα τὰ ἀγαθά· εἰ γὰρ τῶν τῆς παρούσης ζωῆς ἀγαθῶν καταφρονοῦμεν καὶ ἑκόντες ἑαυτοὺς ταπεινοῦμεν ἐν πενίᾳ ἐν ἐγκρατείᾳ καὶ ἄλλοις ἐλπίζοντες ἄλλα τινά, πῶς οὐκ ἐσμὲν ἐλεεινοὶ τὰ ἐναντία ὧν εὐχόμεθα μετερχόμενοι; τὸ μόνον δὲ προσθεὶς ἔδειξε καὶ τῆς παρούσης ζωῆς ἀγαθὴν εἶναι τὴν εὐσέβειαν. 1 Kor 15,12– Ζητοῦμεν ποῖον θάνατον λέγουσιν ὑπομεμενηκέναι τὸν σωτῆρα, ἢ ποίαν ἀνάστασιν. εἰ μὲν γὰρ δοκήσει ἑκάτερα, εἰς δόκησιν ἡ πίστις τῶν Χριστιανῶν· εἰ δὲ ἀληθὴς ὁ θάνατος, ἀληθὴς δὲ καὶ ἡ ἀνάστασις αὐτοῦ. λεγέτωσαν ποῖος θάνατος ἢ ποία ἀνάστασις· ἆρα θάνατος τὸ σάρκα λαβεῖν; οὐκοῦν σάρκα εἶχεν ὁ κύριος· εἰ δὲ εἶχεν σάρκα, καὶ ἀπέθανεν. εἰ δὲ ἀπέθανεν, καὶ ἀνέστη ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος Χριστός· ἐγήγερται ἄρα καὶ τὰ ἡμέτερα σώματα. ἀλλὰ ποῖον θάνατον λογίσομαι; ἆρα τὸ ἁμαρτίαις ἀποθανεῖν; ἀλλ' αὐτὸς λέγει· ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν. εἰ δὲ καὶ ἀπέθανεν ὡς ἁμαρτὼν καὶ τὸν θάνατον τὸν τῆς ἁμαρτίας, ἐπειδὴ ἦρεν τὴν ἁμαρτίαν τοῦ κόσμου, τούτῳ τῷ λόγῳ μέχρι τῆς τήμερον οὐκ ἀνέστη· ἀεὶ γὰρ ἁμαρτωλός ἐστι τῷ αἴρειν τὴν ἁμαρτίαν τοῦ κόσμου. ἀνάστασιν δὲ ποίαν λέγει ὁ Παῦλος τοῦ κυρίου; ἆρα τῆς σαρκὸς ἀπαλλαγήν; οὐκοῦν εἶχεν σάρκα. ἀλλ' ἁμαρτιῶν ἀπαλλαγήν; οὐκοῦν ὁ αὐτὸς ῥηθήσεται λόγος ὁ καὶ πρότερος· ἄλλως τε εἰ ἀπαρχὴ τῶν κεκοιμημένων Χριστός, πᾶσα ἀνάγκη, οἵαν ἂν δῶμεν ἑαυτοῖς ἀνάστασιν, τοιαύτην διδόναι καὶ τῷ σωτῆρι. ποίαν οὖν ἀνάστασιν ἡμεῖς λαμβάνομεν; ἆρα τῆς σαρκὸς τὴν ἀπαλλαγήν; οὐκοῦν καὶ ὁ κύριος εἶχεν σάρκα. ἀλλ' ἁμαρτιῶν ἀπαλλαγήν; οὐκοῦν καὶ ὁ κύριος εἶχεν ἁμαρτίας ὧν ἀπηλλάγη. οὕτω πανταχόθεν τῶν ἀποστολικῶν ῥητῶν ἀκολουθίας καὶ δυνάμεως. Εἰ ψυχῆς ἡ ἀνάστασις, ἀνάστασις δὲ αὐτῆς νοεῖται ἤτοι σαρκὸς ἀπαλλαγὴ ἢ ἁμαρτιῶν, πῶς οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο, εἴ γε δίκαιοι ἦσαν; εἰ γὰρ ἐν Χριστῷ, οὐχ ἁμαρτωλοί· καὶ εἰ σαρκὸς ἀπαλλαγή, ἀθάνατος δέ ἐστιν, οὐκ ἀπώλετο. ὁρᾷς ὅτι περὶ τῆς σαρκὸς τῆς ἡμετέρας λέγει τῆς ἐν Χριστῷ κοιμωμένης ὅταν ἀποθάνωμεν· χρηστὸς ᾖ ὁ ἀπελθών. Προσθεὶς τὸ μόνον ἔδειξε καὶ παροῦσαν καλὴν ζωήν· καὶ γὰρ ἐν ταύτῃ τῇ ζωῇ εὐσεβοῦμεν, ἐν ἐκείνῃ δὲ τοὺς μισθοὺς ἀπολαμβάνομεν. 274 1 Kor 15,21–22 Οἱ δεχόμενοι ταῦτα τὰ ῥήματα λεγέτωσαν διὰ ποίου ἀνθρώπου ὁ θάνατος ἢ ποῖος θάνατος. ἆρα διὰ τοῦ Ἀδάμ; ἀλλ' ἥμαρτεν μὲν ἡ ψυχή, κατεκρίθη δὲ τὸ σῶμα. εἶτα· ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσι καὶ τὰ ἑξῆς. κατὰ τὴν ἀπόφασιν λέγει ἐπὶ τῷ πράγματι· οὔτε πάντες ἀποτεθνηκέναι λέγονται, ζῆν δὲ τὸν Ἐνὼχ καὶ τὸν Ἡλίαν, καὶ εὑρίσκονταί τινες ζῶντες ἐπὶ τῇ
About this text
Severianus of Gabala, In epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s In epistulam i ad Corinthios — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.