Unit 6 rem early
Rem early: Unit 6; lemma and argument toward the thesis.
Greek
παρουσίᾳ τοῦ σωτῆρος. Πάντες εἶπεν διὰ τὴν ἀπόφασιν καὶ τὸ ἐνδεχόμενον, ἐπεὶ οὐ πάντες ἀπέθανον οἷος Ἐνὼχ καὶ Ἡλίας· εὑρεθήσονται δέ τινες καὶ ἐν τῇ παρουσίᾳ ζῶντες. ἐν τῷ Ἀδὰμ δὲ λέγει ἀντὶ τοῦ διὰ τὸν Ἀδάμ, ὥσπερ καὶ ἐν Χριστῷ διὰ τὸν Χριστόν. ἐν τῷ Ἀδὰμ οὖν ἀποθνῄσκομεν, δηλονότι κατὰ τὸ σῶμα, καὶ ἐν τῷ Χριστῷ ζωοποιηθήσονται, δηλονότι κατὰ τὸ σῶμα· εἰ γὰρ πρὸ Χριστοῦ αἱ ψυχαὶ ζῶσιν, καὶ μετὰ Χριστὸν αὗται μόναι πάλιν ζῶσιν, τί τὸ περισσὸν τῆς οἰκονομίας; 1 Kor 15,23– 25 Τάγμα λέγει δικαίων καὶ ἀδίκων, οὐκ ἰδικῶς δὲ τοὺς τοῦ Χριστοῦ ὧδε τοὺς πιστοὺς λέγει ἀλλὰ πάντας, ὅτι πάντες εἰσὶ Χριστοῦ. ἐν δὲ τῇ παρουσίᾳ αὐτοῦ ἔσται πάντων ἡ ἀνάστασις, ὅτε καὶ τὸ τέλος, τὸ καταβαπτισθῆναι καὶ τὸν θάνατον καὶ τὸν διάβολον· τοῦτο γὰρ τοῦ κόσμου τὸ τέλος. Τὴν βασιλείαν λέγει οὐ τὴν ἑαυτοῦ, ἀλλ' ἣν ἥρπασεν ὁ πονηρὸς καταβαλὼν τὸν Ἀδὰμ καὶ τοὺς ἀπ' αὐτοῦ. ταύτην δὲ παραδιδοὺς τῷ πατρὶ οὐκ ἀλλότριος αὐτῆς ἔσται· συμβασιλεύει γὰρ ὁ υἱὸς τῷ πατρί. οὐ προθεσμίας δέ ἐστι δηλωτικὸν τὸ ἄρχειν ἀλλ' ἐπιτάσεως, ὥσπερ εἴ τις λέγει· δεῖ με ἐναρετῶς ζῆν ἕως ἂν κατορθώσω δικαιοσύνην. οὐ γὰρ τοῦτο λέγει ὅτι κατορθώσας οὐκέτι ζήσομαι ἐν δικαιοσύνῃ, ἀλλ' ὅτι τὴν δικαιοσύνην δι' ἐναρέτου μοι σπουδῆς κατορθωτέον. καὶ ἐν προφήταις δὲ τὸ ἕως οὐ πάντως προθεσμίας ἐστὶν ἀλλ' ἐπιστάσεως, ὡς καὶ ἐν παλαιᾷ ἔνθα φησίν· ἐγώ εἰμι ἐγώ, εἰμὶ ἕως ἂν καταγηράσητε. οὐ γὰρ ὅρον τοῦ εἶναι αὐτὸν τὸ γῆρας τῶν γηρόντων λέγει, ἀλλ' ὅτι κἂν ὑμεῖς γηράσητε, ἐγὼ εἰμί, οὐ συγγήρων ὑμῖν ἀλλ' ἀεὶ ὤν. οὕτω καὶ νῦν τὸ ἄχρις οὗ πέρας σημαίνει. ὃ δὲ λέγει τοῦτό ἐστιν· οὐ διακοπήσεται αὐτοῦ μεταξὺ ἡ βασιλεία οὐδ' ἐπιλήψουσιν οἱ πιστεύοντες ἕως ἂν κατορθωθῇ ἃ προέθετο, καὶ κατορθώσας καὶ βασιλεύσει διηνεκῶς. 275 1 Kor 15,29 Εἰ τὰ σώματα, φησί, νεκρὰ μένει καὶ οὐκ ἀνίσταται, τί ὑπὲρ τούτων τῶν νεκρῶν ὡς ἀνισταμένων καὶ κριθησομένων βαπτιζόμεθα, ἄφεσιν λαμβάνοντες ἁμαρτημάτων ὑπὲρ τοῦ μὴ κριθῆναι; 1 Kor 15,32 Ὅσον, φησίν, ἐπ' ἀνθρώπῳ ἐθηριομάχησα, ὁ δὲ θεὸς ἔσωσέν με. 1 Kor 15,35–38 Οἱ Ἕλληνες ἀντιλέγουσιν ὅτι σπέρμα διχασθὲν οὐκέτι βλαστάνει. ἄρα οὖν καὶ ἄνθρωπος ἀποκοπεὶς τὸν πόδα ἢ ὄλως ἀκρωτηριασθεὶς τὸ σῶμα οὐκέτι ἐγείρεται. ἀγνοοῦντες ὅτι οὐ φύσις φύσει παρετέθη, ἀλλ' ἡ δύναμις τοῦ πεποιηκότος, τοῦτ' ἔστι τοῦ σπέρματος τὴν βλαστητικὴν φύσιν καὶ τὴν σπερματικὴν δύναμιν τίς ἔδωκεν; οὐχ ὁ θεός; τίς ὁ ποιῶν ἀποθανεῖν πρῶτον τὸν σπόρον, εἶτα ἀνίστασθαι; οὐχ ὁ θεός;
About this text
Severianus of Gabala, In epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s In epistulam i ad Corinthios — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.