Unit 6 rem mid
Rem mid: Unit 6; lemma continues; reading with the letter.
Greek
ἄρα ὁ τῷ κόκκῳ δεδωκὼς τὴν σπερματικὴν δύναμιν, ἔδωκε καὶ τοῖς ἡμετέροις σώμασι τὴν τῆς ἀναστάσεως ἰσχύν. Οὐχ ὡς ὅμοιον τῷ τῶν καρπῶν καὶ τῶν ἀνθρώπων παρέλαβον σῶμα, ἀλλ' ἵνα τὴν δημιουργικὴν δύναμιν παραστήσω. 1 Kor 15,40–42 Οὐχ ὡς ἀνισταμένων τῶν ἄλλων σαρκῶν· ὑποδείγματι γὰρ κέχρηται. καὶ σώματα ἐπουράνια τὸν ἥλιον λέγει καὶ τὴν σελήνην, καὶ τὰ ἑξῆς δείκνυσιν. οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. ὁρᾷς ὅτι ὑπόδειγμα ἦν τὰ πρῶτα· ἀποδέδοται δὲ νῦν οὗ ἐστι τὸ ὑπόδειγμα. Σώματα δὲ οὐράνια ἥλιος καὶ σελήνη. 1 Kor 15,44 Σῶμα ψυχικὸν λέγει τὸ τῇ ἁμαρτίᾳ τῆς ψυχῆς θανατωθέν, πνευματικὸν δὲ τὸ τῇ δυνάμει τοῦ πνεύματος ἐγειρόμενον, ὅπερ οὐκέτι κατὰ τὴν τῆς ψυχῆς ἀσθένειαν ζήσεται ἥτις οὐκ ἐξαρκεῖ φυλάττειν τὴν τοῦ σώματος σύστασιν, ἀλλὰ κατὰ τὴν τοῦ πνεύματος δύναμιν ἥτις εἰς ἀθανασίαν αὐτὸ μεθίστησιν. 276 1 Kor 15,45 Τοῦτο Μωϋσῆς φησι τὸ καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Ὁ δεύτερος ἄνθρωπος εἰς πνεῦμα ζωοποιοῦν. τοῦτο τὸ Εὐαγγέλιον λέγει· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. 1 Kor 15,47 Ἐκ γῆς ὁ ἄνθρωπος κατὰ φύσιν, χοϊκὸς δὲ κατὰ τὴν προαίρεσιν. ἐξ οὐρανοῦ δὲ τὸν Χριστὸν λέγει· οὐ καθ' ὁμοιότητα ἢ ἐξ ἀναστάσεως ἀϊδιότης γίνεται. 1 Kor 15,47–49 Ἐπιτρέχουσι τούτῳ καὶ οἱ περὶ Οὐαλεντῖνον καὶ Μαρκίωνα καὶ οἱ ἀπὸ Φωτεινοῦ καὶ οἱ Ἀπολιναρίου, πάντας δὲ ἐλέγχει τὸ ῥητόν. ἐρωτῶ γάρ· ὁ ἐκ γῆς χοϊκὸς εἶχεν ψυχὴν ἢ οὔ; οὐκ ἀρνήσονται. καὶ ὁ ἐξ οὐρανοῦ κύριος εἶχεν σῶμα ἀπὸ γῆς. πάλιν ἐρωτῶ· διὰ τί τὸν μὲν πρῶτον ἄνθρωπον ἐκ γῆς χοϊκὸν λέγει, τὸν δὲ κύριον ἐξ οὐρανοῦ; μετὰ ταῦτα· οἷος ὁ χοϊκός–καὶ οὐκέτι γῆς μέμνηται ἀλλ' ὅτι– τοιοῦτοι καὶ οἱ χοϊκοί; ἢ δηλονότι ἐπειδὴ τὸ μὲν ἐκ γῆς τῆς φύσεως, τὸ δὲ χοϊκὸς τῆς προαιρέσεως. ἐλθὼν εἰς τὸ οἷος ὁ χοϊκός, καὶ κατηγορῶν τῶν οὐ καλῶς βιωσάντων, οὐκέτι τῆς φύσεως μνημονεύει οὐδὲ τοῦ ἐκ γῆς, καὶ τὸν κύριον οὐκέτι ἐξ οὐρανοῦ λέγει ἀλλ' ἐπουράνιον· πάλιν ἦσαν ἐκ γῆς καὶ οἱ πνευματικοί. οἷος δὲ ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. καὶ πᾶσα ἀνάγκη, εἰ ἀρνοῖντό τινες τὸ σάρκα ἀνειληφέναι τὸν ἐξ οὐρανοῦ κύριον, ἐπειδὴ ἐξ οὐρανοῦ καὶ τοὺς ἐπουρανίους, μὴ συγχωρεῖν ἀνειληφέναι σῶμα, ἐπειδὴ οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οὕτως οὐδαμόθεν ἵσταται τοῦτο νοούμενον
About this text
Severianus of Gabala, In epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s In epistulam i ad Corinthios — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.