Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
τινῶν τὴν ἀλήθειαν καὶ Χριστιανῶν ἐπαγομένων ὄνομα καὶ ταύτῃ τοὺς πολλοὺς δελεαζόντων· τοιοῦτον γὰρ καὶ τὸ ζιζάνιον ἀπὸ τοῦ σίτου κατὰ διαφθορὰν γινόμενον καί τι φέρον τῆς ἀληθείας τοῦ σίτου κατὰ τὴν ὄψιν· τοῦτο λυπήσει, φησίν, καὶ τὰς ἀοράτους δυνάμεις εὐνοίᾳ τῇ πρὸς ἐμὲ ὡς ἐθελῆσαι καὶ ἀφανίσαι τοὺς εὑρετὰς ἤτοι τοὺς πειθο μένους αὐτοῖς, ἀλλ' ἐφέξω τοῦτο γενέσθαι δι' αὐτοὺς τοὺς ἀλλοτρίους τῆς πίστεως, μήπου τι τοῦτο πασχόντων διὰ τὸ τῆς προσηγορίας κοινὸν οἰηθέντες οἱ ἐναντίοι τοὺς Χριστιανοὺς παρὰ τῶν δαιμόνων κολάζεσθαι τοῦ τολμήματος ἕνεκεν καὶ ὅτι πάντας ἀφίστασθαι τῶν εἰδώλων διδά σκουσιν, ἀλλοτριωθῶσι τῆς εὐσεβείας πάντη ὡς λοιπὸν αὐτοῖς μειοῦσθαι τῶν εὐσεβῶν τὸ συνάθροισμα τῶν πολλῶν φευγόντων προσιέναι τῷ Χριστιανισμῷ ἀγνοίᾳ τῶν γινομένων. τί δέ, ὅτε προσελθόντες οἱ δοῦλοι διαποροῦσιν, ἀποκρίνεται αὐτοῖς; καὶ τῶν μὲν λέγει τὴν διά θεσιν, τοῦ δὲ τὴν αἰτίαν τῆς συγχωρήσεως· καὶ γὰρ ὅταν ἐπὶ τῶν παρα βολῶν ὁμιλίας ἀνατυποῖ, ταῖς μὲν παραβολαῖς τὸ εἰκὸς ἀναδίδωσιν, ἵνα καὶ δοκῶσιν εἶναι ἐντελεῖς ἐν διηγήματος τάξει γινόμεναι. ἡμᾶς δὲ προσ ῆκεν τὸν σκοπὸν ἐξετάζειν, ὃν βούλεται διὰ τῆς παραβολῆς σημαίνειν. 40 mt 21, 12 σφοδρότερον δὲ τὸ ἔργον οὐκ ἐν νηπιότητι λόγου γινόμενον, ὁπότε καὶ τοὺς πιπράσκοντας ἐξέβαλεν καὶ τὰς τραπέζας κατέστρεψεν· καίτοι κατὰ τὸ προφητικὸν οὐδὲν βίαιον πεποίηκεν κατὰ τὸ «οὐκ ἐρίσει οὐδὲ κραυγάσει» «οὐδὲ ἀκουσθήσεται ἡ φωνὴ αὐτοῦ». καὶ ὁ Ἰωάννης «φραγέλλιον ἐκ σχοινίων» εἶπεν αὐτὸν «πεποιηκέναι»· καὶ τοῦτο ση μεῖον ἐπιτιμήσεως καὶ σφοδρότητος. ἐν συμβόλοις οὖν καὶ τοῦτο ἀρι θμητέον· οὐδὲ γὰρ ἔτυπτέν τινα φραγελλίῳ, ἀλλὰ σημεῖον ἦν τῆς ἐπι φερομένης μάστιγος τοῖς τὰ τοῦ θεοῦ χραίνουσιν ἀγοραίοις πράγμασιν. 42 mt 22, 16 Ἡρωδιανούς φασιν εἶναι τοὺς Ἡρώδου στρατιώτας ἢ τοὺς ἀπαιτητὰς τῶν τελῶν τῶν ἐπιβληθέντων τοῖς Ἰουδαίοις ὑπὸ Ῥωμαίων. 43 4 mt 23, 25 Πολὺ γὰρ κάλλιον καθαίρει τὸ σκεῦος ἡ δικαιοσύνη παρὰ τὸ ὕδωρ, ὥσπερ καὶ ἐπ' αὐτῶν τῶν ἀνθρώπων εἶχε. καθαροὶ τὰ σώματα ἦσαν οἱ δίκαιοι παρὰ τοὺς τοῖς ὕδασι καθαιρομένους, ὥς φησιν ὁ ∆αβίδ· «νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου», ὥστε σύμφωνα τοῖς τοῦ νόμου καὶ τὰ τοῦ κυρίου. 46 mt 25, 14–18 Ἀποδημίαν καλεῖ τὸν ἀπὸ τῆς εἰς οὐρανοὺς ἀναλήψεως ἐν μέσῳ ἄχρι τῆς αὐτοῦ παρουσίας καιρόν, ἐν ᾧ ἀπεῖναι ἡμῶν δοκεῖ. τὸ δὲ εὐθέως τὸ ἀνυπέρθετον δηλοῖ τῆς σπουδῆς, ὅπως δεῖ τὰ τοῦ θεοῦ ἐργάζεσθαι. πέντε δὲ καὶ δύο τάλαντα καὶ ἓν τῆς λειτουργίας τὴν διαφοράν, ἐπισκόπου οἷον εἰπεῖν, πρεσβυτέρου, διακόνου· τῇ γὰρ ποσότητι τοῦ ταλάντου τὸ τῆς λειτουργίας πλέον ἢ ἔλαττον ἐμφαίνει. ὅθεν καλῶς εἶπεν ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, ἵνα εἴπῃ· καθὸ ἕκαστος ἀναλόγως τοῖς ἐγχειρισθεῖσι δύναται τὴν λειτουργίαν ἐκπληροῦν συνέβαινε· βούλεται γὰρ δεῖξαι, ὅτι καὶ τὴν προθυμίαν παρὰ πάντων ἀπαιτεῖ καὶ ἀμείβεται ὁμοίως. 47 mt 25, 20–25 ∆ιπλασιασμὸν μὲν τῶν δοθέντων καλεῖ τὸ ἐπιδείξασθαι μετὰ σπουδῆς τὰ προσήκοντα καὶ ἄλλοις γενέσθαι ὠφελείας αἴτιον, ἀνθ' ὧν μεγάλων αὐτὸν τεύξεσθαί φησιν μισθῶν εἰκότως· τοῦτο γάρ ἐστι τὸ ἐπὶ πολλῶν σε καταστήσω. τὸ δὲ κατακρύψαι εἶπεν τὸ μηδὲν ἐπιδείξασθαι τῶν δεόντων, ἀλλ' ἀφανῆ τὴν δοθεῖσαν αὐτῷ χάριν ἐργάσασθαι. 48 mt 26, 29 Βασιλείαν τοῦ πατρὸς ὠνόμασεν τὴν ἀνάστασιν, ἀφ' ἧς αὐτῷ τε ἡ βασιλεία προσεγίνετο καὶ τοῖς λοιποῖς τῶν ἀνθρώπων ἡ ταύτης κοινωνία. τί δέ ἐστιν καινὸν ἀντὶ τοῦ καινῶς–καὶ ἄφθαρτον καὶ μὴ δεόμενον τροφῆς. 51 mt 26, 37 Οὐδὲ ἐκεῖνο δεῖ θαυμάζειν, ὅπως ἀγωνιῶν ὁ κύριος κατά γε τὸ ἀνθρώπινον φαίνεται καίτοι τῶν μαθητῶν χαιρόντων ἐφ' οἷς ἔπασχον πολλάκις. ὥσπερ δυνάμενος ἑαυτῷ ἐξελέσθαι τὸν θάνατον παθεῖν συνε χώρησεν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας, οὕτως καὶ κατὰ τὴν ἀνθρωπίνην φύσιν ἀγωνιάσαι συνεχώρησεν πείθων αὐτοὺς μὴ δόκησίν τινα τὸ πάθος νομίζειν, ἀλλ' ἀλήθειαν καὶ μάλιστα τοῦ συντόμου τῆς ἀναστάσεως εὐκόλως αὐτοὺς εἰς ταύτην καταγαγεῖν δυναμένου τὴν ὑπόνοιαν. 5
About this text
Theodorus of Heraclea, Fragmenta in Matthaeum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Theodorus of Heraclea’s Fragmenta in Matthaeum — new OET from PG 18 Greek.
Witnesses
- Copy-text PG 18 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.