Fragmenta in Matthaeum · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

ἐπήγαγεν· «οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ», δι' ὅλου δεικνύων, ὅτι σκοπὸς ἦν αὐτῷ τοὺς ἀκούοντας ἀποστῆσαι τῆς περὶ τὰ παρόντα σπουδῆς. 25 mt 7, 21 Οὗτος γὰρ τῆς βασιλείας ἀπολαύει τῶν οὐρανῶν, ὅστις ἂν ἐπὶ τῶν ἔργων δείξῃ τὴν οἰκειότητα ταῦτα διδάσκων τε καὶ ποιῶν, ἃ καὶ παρὼν αὐτὸς παρέδωκε τοῖς ἀνθρώποις. 26 mt 8, 11–12 Ὥσπερ τότε πρὸς σύγκρισιν τῶν ἀπολλυμένων ὀλίγοι ἦσαν οἱ σῳζό μενοι, οὕτως νόει μοι τοὺς σῳζομένους πολλοὺς εἶναι πρὸς σύγκρισιν τῶν ἀπολλυμένων ὀλίγων νῦν. 27 mt 9, 12–13 Εἰ γὰρ ἐπὶ τῶν σωμάτων οὐ μυσαττόμεθα τοὺς πάσχοντας, ἦπού γε πάντα προσῆκε ποιεῖν ὑπὲρ τῶν κακῶς τὰς ψυχὰς διακειμένων, ὅπως ἂν ταύτας δυνηθεῖεν ἄριστα ἔχειν. ἐχρῆν δὲ ὑμᾶς, φησίν, ἀπὸ τῆς θείας γραφῆς μαθεῖν, ὡς ὁ περὶ τοὺς πλησίον οἶκτος πάσης ἐστὶν θυσίας προτιμότερος. τίνας δὲ οἰκτείρειν δίκαιον ἢ τούτους, οἳ τὰς ψυχὰς οὐ κάλλιστα ἔχοντες, ὅπως ἂν ταύτας βέλτιον ἔχοιεν, δέονται διορθώσεως. ὥστε κἀμοί, φησίν, τῆς παρουσίας σκοπός, οὐχ ἵνα δικαίους ὄντας ὠφε λήσω τοὺς ἀνθρώπους (οὐδὲ γὰρ ἂν ἐδέοντο τοιούτου τινὸς δίκαιοι τὸν τρόπον ὄντες), ἀλλ' ἵνα ἁμαρτίαις τε κακῶς κείμενοι πολλαῖς οἰκείᾳ χάριτι μεταστήσονται πρὸς τὸ κρεῖττον· οὐ χρείαν γὰρ ἔχουσιν, φησίν, οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. 28 mt 9, 37–38 Ὁρᾶτε, φησίν, ὅση μὲν τῶν πιστευόντων ἡ ἐπίδοσις, ὅπως δὲ οὔκ εἰσιν οἱ τὰ προσήκοντα διδάξοντες αὐτούς, ὡς ἐντεῦθεν ἀναγκάζεσθαι ἐμοὶ κατακολουθοῦντας τοσοῦτον ὑπομένειν κάματον. 29 mt 9, 37–38 Θεριστὰς δὲ αὐτοὺς καλεῖ δεικνύων, ὅτι καὶ τὰ διὰ τῶν προφητῶν γεγονότα διὰ τῆς αὐτοῦ δυνάμεως καὶ ἐπιχορηγίας ἐγένετο, καὶ ὅτι προ φητῶν καὶ ἀποστόλων αὐτὸς κύριος καὶ πάντων ἀνθρώπων ὡς δημιουργός, καὶ ἐπὶ τὸν ἑαυτοῦ σπόρον, οὐκ ἐπ' ἀλλότριον ἀποστέλλει καὶ πέμπει τοὺς μαθητάς. 31 mt 10, 8–10 ∆ωρεὰν ἐλάβετε, δωρεὰν δότε. «τοὺς κατεσθίοντας τὰς οἰκίας τῶν χηρῶν» Φαρισαίους ἀποτρέπει μιμήσασθαι, καινὸν τρόπον διδασκα λίας τὸν καθαρὸν καὶ ἀδωροδόκητον εἰσάγων καὶ τὴν πρὸς αὐτὸν ὑπο δεικνὺς ἐν τῷ πράγματι μίμησιν· καθὸ τοὺς λαβόντας δωρεὰν παρ' αὐτοῦ τὰ χαρίσματα δωρεὰν κελεύει καὶ μεταδοῦναι. μήτε οὖν χρυσὸν μήτε ἄργυρον ἢ χαλκὸν τῆς κατὰ τὴν ὁδὸν ἕνεκεν λαβεῖν ἀνάσχησθε, φησίν, χρείας, ἀλλὰ μηδὲ πήραν ἔχειν ὑμᾶς βούλομαι, ὥστε καὶ ἀπὸ τοῦ σχήματος δεικνύναι πᾶσιν ὑμᾶς, ὅσον ἀφεστήκατε χρημάτων ἐπιθυ μίας. 33 mt 10, 34 Αὐτάρκως αὐτοὺς πρὸς τὰς λοιδορίας ὁπλίσας, ἀλλὰ μὴν καὶ 3 τὰ πάθη φέρειν γενναίως παιδεύσας αὐτούς, ἐπειδὴ ἡ τῆς συγγενείας ὑπελιμπάνετο διάθεσις σφόδρα χαυνοῦν λογισμὸν ἱκανὴ οὖσα (τίς γὰρ ἂν ἕλοιτο ῥᾳδίως πρὸς τοὺς μάλιστα οἰκείους σφόδρα ἔχειν ἐχθρῶς;), καλῶς φησι τὸ μὴ νομίσητε· τοσοῦτον γὰρ ὑμᾶς ἀφεστάναι βούλομαι τοῦ τὴν σωματικὴν αἰδεῖσθαι συγγένειαν, ὅτι ἐκεῖνο πλέον εἰδέναι προσ ῆκεν ὑμᾶς ὡς τὸ κήρυγμα τὸ ἐμὸν πολλὴν τῶν οἰκείων ποιήσεται τὴν διαίρεσιν· τοὺς γὰρ τὸ πρὸς τὴν εὐσέβειαν ἅπαξ ἰδεῖν ἑλομένους ἐν δευ τέρῳ πᾶσαν καὶ τὴν ἐγγύτατα βούλομαι τίθεσθαι συγγένειαν. 36 Mt 12, 30 Πῶς δυνατόν; φησίν, ἐμέ τε συνελθεῖν καὶ τοὺς δαίμονας οὕτως σαφῶς ἐμοῦ μὲν τἀναντία ἐκείνοις διαπραττομένου, ἐκείνων δὲ πάντων πρὸς τοὐναντίον ἐπιτηδευόντων ποιεῖν; ἐγὼ μὲν γὰρ καὶ οἱ ἐμοὶ ἅπαντας ἐπὶ τὸν θεὸν ἀνάγειν πειρῶμεν καὶ τοῦτο βούλεταί μοι τῶν οἰκείων ὁ σύλλογος, ἐκεῖνοι δὲ ἅπαντας ἀφέλκειν ἐσπουδάκασιν. 37 mt 12, 33 Ἐπειδὴ πονηρός ἐστιν ὁ Βεελζεβούλ, τὰ δὲ παρ' ἐμοῦ γινόμενα ἀγαθότητος ἔχεται ἀμέτρου, ἀσύμφωνά ἐστι τὰ παρὰ ὑμῶν· οὔτε γὰρ ὁ πονηρὸς δύναται ἀγαθόν τι ποιεῖν οὔτε ὁ ἀγαθὸς πονηρόν, ὥσπερ οὐδὲ τὰ δένδρα ἀνομοίους ἑαυτῶν καρπούς. 38 mt 12, 38 Ὡς ἂν τοῦ Μωσέως διὰ θαυμάτων αὐτοὺς πεπεικότος καὶ οὕτως δεδωκότος τὸν νόμον τοιοῦτόν τι βούλονται καὶ αὐτὸν ποιεῖν, ἵν' ὡς δῆθεν μεταθησόμενοι τῆς γνώμης, εἰ τοῦτο ποιήσειεν. 39 mt 13, 24–30 Μετὰ τὴν ἐπίδοσιν τοῦ Χριστιανισμοῦ καὶ ὅταν ἤδη κατὰ πάσης ἄρξηται φαίνεσθαι τῆς οἰκουμένης, ἀναδειχθήσονται αἱρέσεις παρα τρεπόντων

About this text

Theodorus of Heraclea, Fragmenta in Matthaeum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Theodorus of Heraclea’s Fragmenta in Matthaeum — new OET from PG 18 Greek.

Witnesses

  • Copy-text PG 18 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.