Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
οὐκ ἐν «φάτνῃ» κείμενον αὐτοὶ καταλαμβάνουσι τὸ παιδίον ὁμοίως τοῖς ποιμέσιν, ἀλλ' ἔνδον ἐν «οἰκίᾳ μετὰ τῆς αὐτοῦ μητρὸς» θεωροῦσιν. ἐκεῖ μὲν γὰρ διὰ τὸ μὴ εἶναι «τόπον ἐν τῷ καταλύματι» ἐν «φάτνῃ» τίθεται, ἐνταῦθα δὲ μετὰ διετῆ χρόνον ἐν «οἰκίᾳ» εὑρίσκεται ὑπὸ τῶν μάγων «μετὰ τῆς μη τρὸς αὐτοῦ» σχολῆς οὔσης ἐν τῇ Βηθλεὲμ «καὶ πεσόντες προσεκύνησαν αὐτῷ». 9 Mt 3, 2 Βασιλεία ἐστὶν οὐρανῶν ἡ παρουσία τοῦ Χριστοῦ· αὕτη γὰρ ἡμῖν χαρίζεται τὴν τοῦ πατρὸς μετάληψιν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον καὶ τὸ εἰς ἀγαθὸν τοῖς ἁγίοις ἐν τῷ ἐσομένῳ αἰῶνι ἄτρεπτον. 10 mt 3, 5 Ἰώσηπος ἐν τῷ πεντεκαιδεκάτῳ λόγῳ τῆς Ἰουδαϊκῆς ἱστορίας μαρτυρεῖ Ἰωάννῃ βαπτιστῇ γενομένῳ καὶ καθάρσιον τοῖς βαπτιζομένοις ἐπαγγειλαμένῳ. 11 mt 3, 7–9 μηδὲ τοῖς προγόνοις σεμνυνόμενοι τῆς κατὰ ψυχὴν ἀρετῆς ἀμελήσητε· 14 mt 4, 12 Ἔοικεν Ἰωάννης πληρώσας ἐν τῷ Ἰησοῦ τὴν τοῦ βαπτίσματος διακονίαν εἰς αὐτὸν καταλήξασαν μετὰ τοῦτο παραδεδόσθαι καὶ ἐν φυ λακῇ κατακεκλεῖσθαι· μετὰ γὰρ τὸ βαπτίσασθαι τὸν Ἰησοῦν οὐδὲν εὕρομεν ἀναγεγραμμένον περὶ Ἰωάννου ἢ ὅτι μετὰ τὸν πρὸς τὸν διάβολον πει ρασμὸν εὐθέως καὶ ἅμα τῷ βαπτίσματι ὑπὸ τοῦ πνεύματος ἐκβληθεὶς εἰς τὴν ἔρημον, ὡς ὁ Μᾶρκος ἔγραψεν, ἀκούσας Ἰησοῦς, ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. ἀλλὰ καὶ ὁ Λουκᾶς τῇ περὶ τοῦ βαπτίζειν τὸν Ἰωάννην διηγήσει συνάπτει τὰ περὶ τοῦ κεκλεῖσθαι αὐτὸν ὑπὸ Ἡρώδου. δῆλον δὲ ὅτι καὶ κατὰ τὸν εὐαγγε λιστὴν Ἰωάννην οὗτος ἦν ὁ καιρὸς αὐτῷ τοῦ κεκλεῖσθαι εἰς φυλακήν· λέλεκται γὰρ παρ' αὐτῷ τὸ «ἦν δὲ καὶ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς Σαλείμ. οὔπω γὰρ ἦν Ἰωάννης βεβλημένος εἰς φυλακήν». κατὰ τοὺς τέσσαρας τοίνυν εὐαγγελιστὰς οὔτε πρὶν βαπτίσασθαι Ἰησοῦν ἀπήντα τι κώλυμα βαπτίζοντι Ἰωάννῃ οὔτε μετὰ ταῦτα ἔτι ἐβάπτισεν, ἀλλ' ἔδει καταλῆξαι τὰ Ἰωάννου ἐν ἀρχῇ τοῦ οἰκονομεῖσθαι τὸ εὐαγ γέλιον ὑπὸ τοῦ Ἰησοῦ. τάχα δὲ ἡ φρουροῦσα δύναμις Ἰωάννην, ἕως ἐν Ἰησοῦ τελειώσῃ τὴν τοῦ βαπτίσματος οἰκονομίαν, κατέλιπεν αὐτὸν τῷ τε ἐν φυλακῇ πειρασμῷ καὶ τῷ ἀποκεφαλισμῷ. 15 mt 5, 5 τοῦτον δὲ μακαρισμόν τινες τῶν ἀντιγράφων τρίτον περιέχουσιν, δεύτερον δὲ τὸν ἑξῆς τούτων κείμενον. 16 mt 5, 6 Ἄλλος δέ φησιν, ὅτι τῆς τοιαύτης ἐπιθυμίας μισθὸν αὐτῷ τὴν τῶν μελλόντων ἀπόλαυσιν ἐπαγγέλλεται. 17 mt 5, 12 Ἐντεῦθεν αὐτοῖς παρέχεται τὴν παραμυθίαν ἀπὸ τῆς κοινωνίας τῶν πρὸ αὐτῶν πεπονθότων κακῶς, ὥστε καὶ ἀπ' ἐκείνων εἰδέναι προσ ῆκεν ἡμᾶς, ὅτι τοὺς ἀρετῆς ἐφιεμένους ἔξω καθεστάναι τῶν λυπηρῶν οὐ δυνατόν. 18 mt 5, 16 Οὐ λέγει· λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τοῦ θεοῦ· οὐδὲ γὰρ λύχνων φῶς λάμπει ἔμπροσθεν ἡλίου. 19 mt 5, 15–16 Φῶς ἐστιν ἡ ἐνάρετος πολιτεία. οὐ δεῖ ἐν κρυφῇ λαλεῖν τὸν εὐαγ γελικὸν λόγον, ἀλλὰ παρρησίᾳ, ἵνα οἱ ἐπὶ γῆς ἄνθρωποι φωτισθῶσιν. 20 mt 5, 22 Ῥακὰ καλεῖ τὸν κατάπτυστον· οὕτω γὰρ καὶ παρὰ Σύροις ὁ πτύε λος καλεῖται. 21 mt 5, 35 Ἡ γῆ ὑποπόδιον, ὅτι ὑπὸ τὴν ἐξουσίαν, εἰ καὶ μὴ τῆς ἁγιό τητος αὐτοῦ δεκτικὴ νῦν διὰ τὰς ἁμαρτίας. τὸ δὲ Ἱεροσόλυμα πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως. τοῦτο δὲ πρὸς τὴν ὑπόληψιν τῶν Ἰου δαίων φησίν. 22 Mt 5, 40 Οὐκ εἶπε τῷ θέλοντί σοι λαβεῖν τὸ ἱμάτιον, δὸς καὶ τὸ ἕτερον, ἀλλὰ τῷ θέλοντί σοι κριθῆναι, δεικνύς, ὅτι τὴν πρὸς τοὺς ἐναν τίους φιλονεικίαν μὴ φεύγειν προσήκει, 2 ὅταν ὑπὲρ τῆς εὐσεβείας ταύτην ἡμῖν ἐπάγωσι, καὶ πάθη καὶ ζημίαν ὑπομένοντας ἡδέως, ὥστε τὴν εὐσέβειαν μὴ παριδεῖν. τοῦτο δὲ φυλακτέον ἂν πρὸς ἀρετὴν βλέπειν ἑλώμεθα. 23 mt 6, 11 Ὡς τρέφεται εἰς ζωὴν ὁ ἄνθρωπος, οὕτω καί φασί τινες τὸ ἐπ ιούσιον παρὰ τὸ ἐπιέναι καὶ ἐπέρχεσθαι, ἵν' ᾖ τοιοῦτον τὸ λεγόμενον· τὸν μὴ τοῦ ἐνεστῶτος αἰῶνος οἰκεῖον ἄρτον, ἀλλὰ τοῦ μέλλοντος καὶ μετὰ ταῦτα ἀποδοθησόμενον ὑπό σου τοῖς ἀξίοις λαβεῖν ἤδη δὸς ἡμῖν σήμερον καὶ «καθ' ἡμέραν». 24 mt 6, 22–23 Τινὲς δὲ τὸ ὁ λύχνος τοῦ σώματός ἐστιν ὀφθαλμὸς περὶ τοῦ διδασκάλου τῆς ἐκκλησίας εἰρῆσθαι ἔφασαν, ἀλλά μοι δοκοῦσιν οὐκ ἐπεσκέφθαι πᾶσαν τῶν εἰρημένων τὴν ἀκολουθίαν ἄνωθεν. ἤρξατο γὰρ «μὴ θησαυρίζετε», εἶτα παρενθεὶς τὸ ὁ λύχνος τοῦ σώματος καὶ τὸ «οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν»
About this text
Theodorus of Heraclea, Fragmenta in Matthaeum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Theodorus of Heraclea’s Fragmenta in Matthaeum — new OET from PG 18 Greek.
Witnesses
- Copy-text PG 18 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.