Fragmenta in Joannem Unit 8 opening
Unit 8.
Lemma-led open — θείας φύσεως
Greek
ἔστιν κτίσμα ὁ υἱός, ἀλλ' ὁμοούσιος τῷ πατρί. 488 {3Jο 14, 16 17}3Εἰπὼν ἄλλον δείκνυσι τῶν ὑποστάσεων τὸ διάφορον, εἰπὼν δὲ ὡς ἐμὲ τῆς οὐσίας τὸ συγγενές. ἐρωτᾶν δὲ λέγει τὸν πατέρα διὰ τὸ εἶναι αὐτοὺς ἀτελεῖς, ἐπεί πως αὐτὸς αὐτὸν πέμπει, ὅπερ οἱ ἀπόστολοι τῇ ἐπιθέσει τῶν χειρῶν ἐδίδουν τοῖς πιστοῖς. οὔτε δὲ τὸ πνεῦμα πέμπεται, ἀλλ' αὐθεντικῶς ἐφίσταται τὸ πανταχοῦ ὄν, ἀλλὰ τοῦτο εἶπε δεικνὺς τῆς παρουσίας τὸν καιρόν· εἰ μὴ γὰρ ἐτύθη Χριστὸς καὶ ἐλύθη ἡ ἁμαρτία, οὐκ ἐπεφοίτησεν τοῖς πιστοῖς τὸ πνεῦμα. οἰκονομικῶς δὲ ὡς ἄνθρωπος τὸ σέβας διδοὺς τῷ πατρὶ εἶπεν τὸ ἐρωτήσω. ἄλλον δὲ αὐτὸν εἶπεν, ὅτι ἰδιοσύστατος ὑπάρχει οὐχ ὅτι ἀλλότριός ἐστι τοῦ πατρὸς ἢ τοῦ υἱοῦ· ἐκεῖνα γὰρ ἐνεργεῖ, ἅπερ ὁ υἱὸς ποιεῖ ὡς αὐτὸν εἶναι δοκεῖν τὸν υἱὸν τὸ πνεῦμα. διὸ καὶ πνεῦμα ἀληθείας καλεῖται ὅ ἐστινΧριστός. παράκλητος καλεῖται ὁ υἱὸς καὶ τὸ πνεῦμα ὡς παραμυθίαν ἡμῖν ἐμποιοῦντες καὶ ὡς παρακαλοῦντες ὑπὲρ ἡμῶν τὸν πατέρα· τὸ γὰρ ὄνομα τοῦτο παραμυθίας ἐστὶ ποιητικὸν οὐ διάφορον οὐσίαν σημαῖνον πνεύματος καὶ πατρός. 489 {3Jο 14, 17}3Εἰπὼν τὸ μένει ἐδίδαξεν, ὅτι οὐδὲ μετὰ τελευτὴν ἀφίσταται τὸ πνεῦμα, ὥσπερ τῆς θεότητος ποιότης ἐν ὑμῖν γίνεται καὶ ἀπομένει διὰ παντὸς ἐν τοῖς ἁγίοις, ὅταν δι' ἀρετῆς καὶ καθαρότητος τηρεῖν ἐν ἑαυτοῖς σπουδάσωσιν τὴν χάριν. 490 {3Jο 14, 17}3Ἀντὶ τοῦ οἱ κοσμικοὶ οἱ μηδὲν ἔξω τῶν ὁρωμένων νοοῦντες τὸ ἀσώματον ὂν καὶ ἀόρατον οὐ δύνανται λαβεῖν, λαβεῖν εἶπεν, ὅ ἐστιν οὔτε θεωρῆσαι οὔτε οὕτω γνῶναι δύνανται. 491 {3ςο 14, 18}3Οὐδέποτε μὲν εἴασεν αὐτοὺς ἐρήμους τῆς αὐτοῦ προνοίας, πλὴν ὤφθη αὐτοῖς καὶ μετὰ τὴν ἀνάστασιν. ἐπειδὴ ἐλθὼν ἐκάλεσεν αὐτοὺς «τεκνία», μέλλων ἀπιέναι εἶπεν ὀρφανούς. 492 {3Jο 14, 19}3Ὅτι ἔμελλε μόνοις αὐτοῖς ὀφθῆναι μετὰ τὴν ἀνάστασιν, πᾶσιν εἶπεν μικρόν. μικρὸν χρόνον λέγει τὸν ἕως τῆς δευτέρας παρουσίας· μικρὸν γὰρ θεῷ καὶ ὁ μακρὸς χρόνος. ὑμεῖς δὲ οἱ ἅγιοι διὰ τῆς τοῦ πνεύματος ἐνοικήσεως γνώσεσθέ με, οὐ μὴν οἱ τὰ τοῦ κόσμου ἀγαπῶντες. 493 {3Jο 14, 19}3Ἀρραβὼν τῆς μελλούσης ζωῆς, ἧς ἔχετε λαβεῖν, ἐστὶν ἡ ἐμὴ ἀνάστασις. ζωὴν λέγει ζῆν τοὺς μαθητὰς οὐ μόνον τὴν παροῦσαν, ἀλλὰ τὴν μέλλουσαν. 494 {3Jο 14, }3Ὅτε ἀνέστη ἐκ νεκρῶν καὶ ἔτυχον τοῦ ἁγίου πνεύματος, ἔλαβον γνῶσιν, ὅτι ὁ υἱὸς τὴν αὐτὴν ἔχων δύναμιν τῷ πατρί, ἐκείνου μὲν οὐκ ἀποσχίζεται διὰ τὴν τῆς οὐσίας ἑνότητα, αὐτοῖς δὲ σύνεστιν ἀεὶ βοηθῶν αὐτοῖς. ἐγὼ ζωὴ φύσει ὑπάρχων συνῆψα ἐμαυτὸν τῷ πατρὶ φύσει καὶ αὐτοζωῇ ὄντι. καὶ συνῆψα δὲ καὶ ὑμᾶς τῷ πατρὶ διὰ τῆς συνοικήσεως τοῦ ἁγίου πνεύματος «θείας φύσεως» ποιήσας ὑμᾶς κοινωνούς· ἐγὼ μὲν γὰρ φυσικῶς ἐν πατρὶ ὡς καρπὸς αὐτοῦ, ὑμεῖς δὲ ἐν ἐμοὶ καθ' ὃ γέγονα ἄνθρωπος, καὶ ἐγὼ ἐν ὑμῖν διὰ τῆς τοῦ πνεύματος ἐνοικήσεως. 495 {3Jο 14, }3Μετὰ τὴν ἀνάστασιν οἱ ὀρθῶς πιστεύοντες τελείως γνώσονται· νῦν «γὰρ ἐκ μέρους γιγνώσκομεν», ὅτι ὥσπερ ἐστὶν ὁ υἱὸς ὁμοούσιος τῷ πατρί, οὕτω καὶ ® ἓν ἀμφοτέρων θέλημα. 496 {3Jο 14, 21 23}3Ἵνα μὴ πάντας ἁπλῶς τῆς τοιαύτης ἀπολαύσεσθαι δωρεᾶς νομίζωμεν καὶ εἰ μή τινες εἶεν ἀγαθοί, τὸ τῶν ἀγαπώντων αὐτὸν πρόσωπον εὐθὺς τῷ λόγῳ παρέζευξεν. οὗτοι δ' ἂν εἶεν οἱ ἄριστα ζῆν
About this text
Ammonius of Alexandria, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Ammonius of Alexandria’s Fragmenta in Joannem — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.