Fragmenta in Joannem · §u08-rem-early

Unit 8 rem early

Rem early: Unit 8; lemma and argument toward the thesis.

Greek

ἐγνωκότες· καὶ διὰ τοῦ ἔχειν καὶ τηρεῖν αὐτοῦ τὰς ἐντολὰς δείκνυσιν οὐ πᾶσιν ἐξεῖναι τῆς τοιαύτης δωρεᾶς τυχεῖν, ἀλλὰ τοῖς ἀγαθοῖς· μετὰ γὰρ τὴν ἀνάστασιν οἱ ὀρθῶς πιστεύσαντες καὶ τελείως πολιτευσάμενοι τελείως γνώσονται τὴν τῆς θεότητος δόξαν. τοὺς δὴ τοιούτους, φησίν, ἀγαπήσει μὲν ὁ πατήρ, ἀγαπήσει δὲ καὶ ὁ υἱὸς, οἷς τελείως ἐμφανισθήσεται ἡ τῆς θεότητος ἐξουσία καὶ δύναμις. 497 {3Jο 14, 22}3Ὡς φιλάγαθος ὁ Ἰούδας πάντας ἤθελεν ἀπολαῦσαι τῆς θεοπτίας τῶν ἀγαθῶν. 498 {3Jο 14, 23}3Ὁ πατὴρ ἐν τῷ υἱῷ ἐστι φυσικῶς, ἐν ἡμῖν δὲ σχετικῶς καὶ ὅταν ἀκούσωμεν ἕνωσιν πατρὸς καὶ υἱοῦ, τὴν φυσικὴν νοοῦμεν, ὅταν δὲ ἕνωσιν θεοῦ καὶ ἀνθρώπων, σχετικὴν νοοῦμεν τὴν ἐκ πίστεως προσγινομένην τοῖς ἁγίοις καὶ τὴν ἀπὸ τῆς τοῦ πνεύματος μετοχῆς κοινωνίαν. εἰπὼν δὲ πληθυντικῶς τὴνΣαβελλίου ἀναιρεῖ αἵρεσιν τὴν λέγουσαν μίαν ὑπόστασιν καὶ ἓν πρόσωπον πατρὸς καὶ υἱοῦ. 499 {3Jο 14, 23}3∆ιδάσκει, ὅτι μόνοις τοῖς μαθηταῖς ἐξαιρέτως καὶ ὑπὲρ λόγον ἔσται ἡ ἔλλαμψις, ὑπὲρ ὧν τηροῦσι τὰς ἐντολάς. 500 {3Jο 14, 24}3∆οκεῖ λέγειν τὸν λόγον ἑαυτοῦ καὶ οὐχ ἑαυτοῦ, ὅτι οὐδὲν ἔξω τοῦ πατρὸς λαλεῖ ὡς ἴδιον, ἀλλὰ τὸ δοκοῦν ἐκείνῳ κοινός ἐστιν ὁ ἐμὸς καὶ τοῦ πατρὸς λόγος. 501 {3Jο 14, 26}3Οὐκοῦν οὐ πρῶτοι ἔτυχον τοῦ πνεύματος οἱ περὶ Μοντανὸν μετὰ διακόσια ἔτη καὶ προσγεγονότες· τί γὰρ εἶχεν αὐτοὺς ἀναμνῆσαι τὸ πνεῦμα ὧν οὐδὲν ὅλως ἤκουσαν παρὰ Χριστοῦ. 502 {3Jο 14, 26}3Μὴ ἐπαχθῶς φέρετε τὴν ἐμὴν ἀπουσίαν· ὅταν γὰρ ἔλθῃ τὸ πνεῦμα, μεγάλων ἀγαθῶν ἔσται ὑμῖν πρόξενον διδάσκον ὑμᾶς τὴν τῶν ἐμῶν λόγων ἀσφάλειαν καὶ παραμυθούμενον ἐκ τῶν συνεχουσῶν ὑμᾶς θλίψεων. ὅταν ἔλθῃ τὸ πνεῦμα, πολλὰ καὶ ἃ οὐκ ἴστε μαθήσεσθε καὶ ἃ εἶπον ἐπαναμιμνῄσκει. 503 {3Jο 14, 27}3Μὴ θορυβεῖσθε ἀκούσαντες, ὅτι μέλλω πάσχειν· πολὺ γὰρ ἐκ τούτου κέρδος. 504 {3Jο 14, 27}3Ἡ τοῦ κόσμου εἰρήνη ἐστίν, ὅπου καὶ ἐπὶ κακῷ γίνεται, ἡ δὲ τοῦ Χριστοῦ εἰρήνη οὐ μόνον πρὸς τοὺς ἔξω εἰρηνεύειν πείθει, ἀλλὰ καὶ πρὸς ἑαυτούς, ἵνα μὴ ἡ ® σὰρξ στασιάζῃ κατὰ τῆς ψυχῆς. 505 {3Jο 14, 27 28}3Ἔδει ὑμᾶς ἀκούσαντας, ὅτι πρὸς τὸν πατέρα ὑπάγω, θαρρεῖν καὶ μὴ λυπεῖσθαι. 506 {3Jο 14, 28}3Ἐπάνοδον λέγει τὸν καιρὸν τῆς ἀναστάσεως. οὐ τὸ μείζονα εἶναι τὸν πατέρα ποιεῖ αὐτὸν ἑτέρας οὐσίας, ὡς οἱ αἱρετικοί φασιν. ὅτε ἦν ἐπὶ γῆς ὡς ἄνθρωπος, μείζονα εἶπε τὸν πατέρα. τοῦτο διὰ τὸ φαινόμενον σῶμα λέγει, ἐπεὶ καθό ἐστι θεός, οὐδὲ ἥττων ἐστὶ τοῦ πατρὸς οὐδὲ εἰς οὐρανοὺς ἀνάγεται ὁ τὰ πάντα πληρῶν καὶ ἀχώριστος ὢν τοῦ πατρός. 507 {3Jο 14, 30}3Τοῦ πάθους ἑστηκότος οὐκέτι χρεία ῥημάτων. 508 {3Jο 14, 31}3∆ιὰ τὴν πρὸς θεὸν ἀγάπην ἀποθνῄσκων ἑκὼν ὅπερ οὐδὲν ἔχει βλάβος, ἐπεὶ οὐκ ἂν τοῦτο ἠβούλετο ὁ ἀγαπῶν αὐτὸν πατήρ. 509 {3Jο 15, 1}3Ὁ Χριστός ἐστιν ἡ ῥίζα καὶ ἄνευ

About this text

Ammonius of Alexandria, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Ammonius of Alexandria’s Fragmenta in Joannem — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.