Unit 8 rem mid
Rem mid: Unit 8; lemma continues; reading with the letter.
Greek
τῆς εἰς αὐτὸν πίστεως καὶ τῆς ἐξ αὐτοῦ δυνάμεως οὐδὲν οὐδεὶς δύναται ποιῆσαι, ἣν ὁ πατὴρ οὐ γεωργεῖ ὡς μὴ χρῄζουσαν ἐπιμελείας, ἀλλὰ τὰ κλήματα. κλήματα δέ εἰσιν τοῦ Χριστοῦ ὡς ἑνωθέντες αὐτῷ οἱ πιστοὶ διὰ τῆς ἐνοικήσεως τοῦ ἁγίου πνεύματος καὶ γεγονότες «θείας φύσεως κοινωνοί», οἳ καὶ ἐπιμελείας τυγχάνουσι παρὰ τοῦ πατρός. ὁ δὲ Χριστὸς ὡς ῥίζα συνέχει τοὺς πιστοὺς καὶ ζωογονεῖ διὰ τοῦ ἁγίου πνεύματος· οὐ γὰρ ἀφ' ἑνὸς γέγονε προσώπου ἡ σωτηρία, ἀλλ' ἀπὸ τῆς θείας τριάδος. 510 {3Jο 15, 2}3Ὁ πιστὸς κλῆμά ἐστι τῆς νοητῆς ἀμπέλου, ὅς ἐστι Χριστὸς καὶ οὐδὲν ὠφελεῖται ἐκ μόνης πίστεως, ἀλλὰ χρεία καὶ ἐναρέτων ἔργων ἅπερ γίνεται διὰ καθαρμῶν. 511 {3Jο 15, 2}3Οἱ κολλώμενοι «τῷ κυρίῳ» καὶ μὴ ἀξίως αὐτοῦ πολιτευόμενοι κολάζονται, οἱ δὲ εὐσεβεῖς ζῶντες πολὺν φέρουσι τὸν καρπόν. ἐὰν πίστιν ἔχωμεν, ἔργα δὲ μὴ ἔχωμεν, ὡς νεκρὰ καὶ ἄκαρπα κλήματα ἐκβάλλει ® κόπτων. ἤτοι κλήματα ἄκαρπά εἰσιν οἱ Ἰουδαῖοι. 512 {3Jο 15, 2 3}3Ταῦτα λέγει περὶ ὧν ἔμελλον ὑπομένειν πειρασμῶν, οἵτινες αὐτοὺς ἐποίουν δοκιμωτέρους. οἱ εὐσεβῶς ζῶντες πολὺν φέρουσι καρπόν. 513 {3Jο 15, 4}3Κἂν ἑνωθῇ τις Χριστῷ διὰ τοῦ ἐν πνεύματι ἁγιασμοῦ, ἀλλὰ χρῄζει καὶ τῆς τελείας ἀγάπης ἔχεσθαι καὶ ἀκολουθεῖν αὐτῷ· ὁ γὰρ ἀποκοπεὶς ἀπὸ Χριστοῦ διὰ τὸ μὴ ἔχειν τέλειον τὸν ἁγιασμὸν καὶ τὴν ἀγάπην, οὐ δύναταί τι ποιῆσαι ἀγαθόν. 514 {3Jο 15, 4}3∆ιὰ τὸ μὴ δύνασθαι καρποφορεῖν εἰ μὴ μόνους τοὺς προσηλωμένους αὐτῷ καλεῖ ἑαυτὸν ἄμπελον ὡς ἐξ αὐτοῦ δυναμουμένους. 515 {3Jο 15, 5}3Καὶ αὐτὸς οὐχ ἥττων τοῦ ® πατρὸς συντελεῖ πρὸς τὴν τῶν μαθητῶν ἐπι μέλειαν. 517 {3Jο 15, 7 8}3 517Ἀντὶ τοῦ χαίρει ὁ πατήρ, ὅταν ἐν ἐμοὶ μείνητε. δι' ὧν ποιεῖτε, εὐφημεῖ ται ὁ πατήρ. 518 {3Jο 15, 8}3Τοῦτο ποιεῖ Χριστοῦ μαθητὰς καὶ καρπὸν πολὺν φέρειν τὸ πνευματικῶς τῷ θεῷ δουλεύειν παρατρέχοντας τὸ γράμμα. 519 {3Jο 15, 9}3Ἐν ἡμῖν ἐστιν ἀγαπῆσαι τὸν θεόν· οὐ γὰρ βιάζεται ἡμῶν τὸ αὐτεξούσιον. 5 {3Jο 15, 10}3Οὐ γὰρ μόνον δεῖ ® πιστεύειν, ἀλλὰ καὶ ποιεῖν τὰς ἐντολάς. 521 {3Jο 15, 12 13}3Ὡς διδάσκαλος τῆς οἰκουμένης παραδίδωσιν αὐτοῖς ταῦτα ὁ Χριστός, ὅτι ἡ ἀγάπη κεφάλαιόν ἐστι τῶν ἀρετῶν, ἡ ἐντολὴ αὐτοῦ τὸ ὑπεραποθνῄσκειν τῶν φίλων καὶ τὸ ὑπὲρ ἑαυτοὺς ἀγαπᾶν τοὺς φίλους. 522 {3Jο 15, 13}3∆είκνυσιν, ὅτι ἡ ἀναχώρησις αὐτοῦ οὐκ ἦν μίσους, ἀλλ' ἀγάπης· ὑπὲρ γὰρ ὑμῶν ἀποθνῄσκω. 523 {3Jο 15, 14}3∆ιὰ τὴν ἀρετὴν τὸ τῶν δούλων ὑπερβάντες μέτρον γεγόνασι φίλοι. ἀνακομίζει δὲ τοὺς δούλους ἐπὶ τὴν ὑπὲρ φύσιν δόξαν, ἐὰν ἑκουσίως ποιῶσι τὰ τῷ θεῷ ἀρεστά. 524 {3Jο 15, 15}3Ἀντὶ τοῦ ὅσα ἐχρῆν ἀκοῦσαι αὐτούς· ὃ δὲ λέγει αἰνιγματωδῶς, τοῦτό ἐστιν, ὅτι οὐχ ὡς
About this text
Ammonius of Alexandria, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Ammonius of Alexandria’s Fragmenta in Joannem — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.