Fragmenta in Joannem · §u10-open

Fragmenta in Joannem Unit 10 opening

Unit 10.

Lemma-led open — Ἁριμαθαίας ξένος. ο , Εἰ δὲ ἦν μετὰ ἄλλων, ἤμελλον τῶν ἀπίστων τινὲς λέγειν, ὅτι οὐ τὸ τοῦ

Greek

Ἁριμαθαίας ξένος. 606 {3Jο 19, 41 42}3Εἰ δὲ ἦν μετὰ ἄλλων, ἤμελλον τῶν ἀπίστων τινὲς λέγειν, ὅτι οὐ τὸ τοῦ Ἰησοῦ ἀνέστη σῶμα, ἀλλὰ ἄλλου. εἰς καινὸν ἐτέθη μνημεῖον διὰ τὸ ξένον τῆς ἐκ θανάτου εἰς ζωὴν ἀναδρομῆς καὶ τὴν καινοτομίαν τὴν ἐπινοηθεῖσαν κατὰ τῆς φθορᾶς. ᾠκονομήθη ἐγγὺς εἶναι τὸν τόπον, ἵνα καὶ ψευδὴς δειχθῇ ὁ περὶ τῆς κλοπῆς λόγος. 607 {3Jο , 1}3Τοῦ Ματθαίου εἰπόντος ἑσπέρᾳ βαθείᾳ γεγονέναι τὴν ἀνάστασιν, τοῦ δὲ Ἰωάννου πρωῒ σκοτίας ἔτι οὔσης οὐ διαφωνοῦσι περὶ τὸν τῆς ἀναστάσεως καιρόν, ἀλλ' εἰς τὸν αὐτὸν τῶν ὡρῶν συνέδραμον καιρόν· ὁ μὲν γὰρ ἀπὸ τοῦ τέλους, ὁ δὲ ἀπὸ τῆς ἀρχῆς εἰς αὐτὸ τὸ μεσαίτατον τῆς νυκτὸς χωρεῖ. 608 {3Jο , 1}3Ὁ Χριστὸς τοῦ λίθου κειμένου καὶ τῶν σφραγίδων ἀνέστη. ἀνοίγεται δὲ τὸ μνημεῖον πρὸς πίστιν τῶν γεγονότων σημείων. ἄδηλος ὁ τῆς ἀναστάσεως καιρὸς ὡς καὶ ὁ τῆς δευτέρας παρουσίας. 609 {3Jο , 2}3Τί δὲ βούλονται οἱ πειρώμενοι διαφωνοῦντας αὐτοὺς δεικνύναι οὐχ εὑρίσκω· εἰ μὲν γὰρ περὶ τῆς ἀναστάσεως οὐ τὴν αὐτὴν ἐξήνεγκαν γνώμην ἢ τὴν ἡμέραν μὴ τὴν αὐτὴν ἔφασαν καθ' ἣν τὴν ἀνάστασιν γενέσθαι συνέβη ἢ τὰς γυναῖκας οὐχ ὁμοίως ἅπαντες πρώτας ἐπὶ τῇ τιμῇ τοῦ τελευτήσαντος ἐληλυθέναι ἀπήγγειλαν, ἦν τις αὐτοῖς συγγνώμη τῆς ἀτόπου καὶ μωρᾶς ταύτης ἐπιτιμήσεως· εἰ δὲ πολλὴν ἐν τοῖς προειρημένοις τὴν συμφωνίαν ἐπεδείξαντο ὁμοίως τὴν ἀνάστασιν καταγγείλαντες, τὴν ἡμέραν φήσαντες εἶναι τὴν αὐτήν, τὰς γυναῖκας ὁμοίως ἐληλυθέναι, τί ποτε αὐτοῖς ἡ περὶ τῶν ὡρῶν ἀκριβολογία βούλεται; ἐγὼ μὲν οὐ συνίημι, καίτοιγε μηδὲν ἕτερον πρὸς σύστασιν τῆς τῶν εἰρημένων ἀληθείας οὕτω συντείνειν νομίζω ὡς τὸ ἐν τοῖς καιριωτάτοις πολλὴν τὴν συμφωνίαν ἐπιδειξαμένους, ἐν βραχυτάτοις τισὶ καὶ ἐν οἷς εἰκὸς ἦν ἀνθρώπους ὄντας σφαλῆναι διαφωνοῦντας εὑρίσκεσθαι καὶ βραχέσιν ὥραις τὴν ἐναλλαγὴν τῶν ῥημάτων ἐνδεικνυμένους· εἰ μὲν γὰρ ψεύδεσθαι βουλόμενοι σύμφωνον εἵλαντο περὶ τούτου τὴν γνώμην, οὐδὲν ἂν ἐκώλυσεν. κατὰ τούτου γενομένους ἅπαξ ψεύδεσθαι ἑλομένους πολλὴν ἐν ἅπασι καὶ ἀκριβῆ φυλάξαντας τὴν συμφωνίαν <ψεύδεσθαι> προέκειτο καὶ καθ' ἑαυτὸν ἕκαστος τὸν οἰκεῖον ἐπλήρου σκοπόν. ἀνάγκη δήπουθεν ἦν βραχύ τι παραλλάττειν αὐτοὺς πολλῶν ® ὄντων ἃ ταῦτα πάσχειν αὐτοὺς κατηνάγκαζεν. 610 {3Jο , 2 3}3Εἰ δὲ λέγει ὁ Λουκᾶς, ὅτι ἠπίστησαν οἱ μαθηταὶ ταῖς περὶ Ἰωάνναν, οὐδὲν ἐναντίον· οὐδὲ γὰρ ἦσαν οὔπω ἀπελθόντες εἰς τὸ μνημεῖον καὶ οὐκ ἐπίστευον ὡς ἔτυχεν ὡς μέλλοντες μαρτυρεῖν ὡς αὐτόπται τῇ ἀναστάσει. ἤτοι ταῖς περὶ Ἰωάνναν ἠπίστησαν ὡς ἀκουσάσαις παρὰ τῶν δύο ἀνδρῶν, τῇ δὲ Μαριὰμ ἐπείσθησαν εἰπούσῃ, ὅτι ἦραν τὸ σῶμα. 611 {3Jο , ® 3 8}3Οὐκ ἔστι τοῦτο ἐναντίον τῷ Λουκᾷ καὶ ὅτι μόνος Πέτρος ἀπῆλθεν εἰς τὸ μνημεῖον· ὅτε γὰρ μετὰ τὸ ἰδεῖν τὰ ὀθόνια ἀπῆλθεν, ἦλθον ὕστερον αἱ περὶ Ἰωάνναν λέγουσαι, ὅτι ἀνέστη ὁ κύριος καὶ ἔδραμεν μόνος πάλιν εἰς τὸ μνη μεῖον ὁ Πέτρος ® ἐλπίζων ἴσως καὶ αὐτός τινα ὀπτασίαν ὁρᾶν. 612 {3Jο , 5 9}3Γνώρισμα ἦν τοῦτο τῆς ἀναστάσεως· εἰ γὰρ ἐκλάπη ὑπὸ ἐχθρῶν, οὐκ ἂν εἴων τὰ ἱμάτια διὰ κέρδος, εἰ δὲ φίλοι ἦσαν, οὐκ ἠνείχοντο γυμνὸν ἐνυβρίσαι τὸ σῶμα· εἰ γὰρ ἦσαν οἱ μαθηταὶ ἁρπάσαντες, ἔφυγον διὰ τοὺς φυλάσσοντας στρατιώτας καὶ Ἰουδαίους καὶ οὐκ ἂν ἵσταντο ἀποδύοντες τὸ σῶμα καὶ ἰδίᾳ τιθέντες τὰ ὀθόνια, ἰδίᾳ δὲ τὸ σουδάριον. δείκνυσι δέ, ὅτι οὐδὲ ἱματίων λοιπὸν χρεία τῷ εἰς ἀφθαρσίαν μεταχωρήσαντι σώματι. οὐκ εἶδον αὐτὸν ἀναστάντα, ἀπὸ δὲ τῆς τῶν ἱματίων συλλογῆς ἐννοοῦσι τὴν ἀνάστασιν καὶ πιστεύουσι τοῦτο βοώσης τῆς ἁγίας γραφῆς. ὅτε ὤφθη ὁ ἄγγελος, πτοηθέντες οἱ φύλακες ἔφυγον καὶ διὰ τοῦτο οἱ περὶ τὸν Πέτρον ἦλθον εἰς τὸν ® τάφον ἀδεῶς. 613 {3Jο , 8 9}3Συνῆκαν καὶ ἐπίστευσαν τῷ τῆς ἀναστάσεως λόγῳ, ὃν πρῴην ἠγνόουν. πρὸ τῆς πείρας οὐκ ᾔδεισαν οἱ μαθηταὶ τὸν περὶ ἀναστάσεως λόγον.

About this text

Ammonius of Alexandria, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Ammonius of Alexandria’s Fragmenta in Joannem — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.