Unit 10 rem early
Rem early: Unit 10; lemma and argument toward the thesis.
Greek
® 614 {3Jο , 10 12}3Οἱ μαθηταὶ καὶ πρὸς ἑαυτοὺς ἔφυγον δι' οἰκονομίαν θεοῦ, ἵνα μή τι πάθωσι πρὸ τοῦ κηρύγματος, ἡ δὲ Μαριὰμ οὐδὲν ἐννοήσασα τέλειον ἔμεινε δακρύουσα ἐν τῷ μνημείῳ οὐ μόνον ὅτι τεθνήκει, ἀλλ' ὅτι καὶ ᾤετο μετατεθεῖ σθαι ® τὸ τοῦ κυρίου σῶμα. 615 {3Jο , 11 13}3Ἵνα ἐπὶ πλεῖον δακρύσῃ, παρέκυψεν εἰς τὸ μνημεῖον, πρὸς ἣν ψυχα γωγικῶς οἱ ἄγγελοι διαλεγόμενοί φασι τί κλαίεις προτρεπόμενοι αὐτὴν εἰς τὸ ἐρωτῆσαί τι καὶ μαθεῖν περὶ τῆς ἀναστάσεως, δι' ἣν καὶ ® λευχειμονοῦντες ἐφαίνοντο. 617 {3Jο , 12 13}3∆ιὰ φιλοστοργίαν μείνασα ἠξιώθη ® καὶ τῆς τῶν ἀγγέλων ὀπτασίας. 618 {3Jο , 14 15}3Ἐκείνοις μὲν ὤφθη θαυμασιώτερος, τῇ δὲ γυναικὶ ἐν ταπεινῷ τῷ σχήματι, ἵνα μὴ ἐκπλήξῃ. διὸ καὶ κηπουρὸν αὐτὸν εἶναι ᾠήθη. ὁρᾷ τὸν κύριον καὶ οὐκ ἐπέγνω ἢ διὰ τὴν σκοτίαν ἢ ὅτι θεοπρεπεῖ δυνάμει ἐκάλυψεν ἑαυτόν. κατ' οἰκονομίαν ἐστράφη καὶ εἶδε τὸν κύριον πλὴν οὐκ ἐπέγνω, ἵνα μὴ θορυβηθῇ ὡς φαντασίαν ὁρῶσα δαιμονιώδη· ἔτι γὰρ ὑπώπτευεν, ὅτι νεκρὸς ἦν. 619 {3Jο , 15}3Καταποθεῖσα ὑπὸ τῆς λύπης ἔτι ἀμφέβαλλεν περὶ τῆς ἀναστάσεως. 6 {3Jο , 16}3Μετά τινος ἤθους αὐτὴν ὁ κύριος ὀνομάζει, ἵνα καὶ οὕτως εἰς αἴσθησιν ἔλθῃ, ὅτι καὶ ἀνέστη καὶ παρῆν. 621 {3Jο , 17}3Ἐπειδὴ ὅσον τὸ κατά σε οὐκ εἰμὶ θεός, ἀλλὰ ψιλὸς ἄνθρωπος μέλλων πάλιν σὺν τοῖς ἀνθρώποις εἶναι κατὰ τὴν πρὸ τοῦ πάθους διαγωγὴν καὶ οὐκ οἴει με σὺν πατρὶ ἔσεσθαι, μή μου ἅπτου. 622 {3Jο , 17}3Ὡς ἐνδιαθετωτέρᾳ ταύτῃ χαρίζεται τὸ τοῦ εὐαγγελισμοῦ καύχημα ὡς πλείω τῶν ἄλλων ἀνακαμπτούσῃ ἐν τῷ τάφῳ καὶ τὸν τάφον περινοστούσῃ. 623 {3Jο , 17}3Ἐπειδὴ κατὰ τὴν οὐσίαν τῆς σαρκὸς ἀδελφὸς ἡμῶν ἐγένετο ὁ υἱός, ὡς φύσει θεὸς ὑπάρχων ὁ υἱὸς τοῦ πατρὸς λέγει αὐτοῦ πατέρα· τὸν θεόν, ὡς δὲ ἄνθρωπος καθ' ἡμᾶς θεὸν ἑαυτοῦ τὸν θεὸν ὀνομάζει. 624 {3Jο , 19}3Ἐπειδὴ κεκλεισμένων τῶν θυρῶν εἰσελθὼν ἐποίησε διστάσαι τοὺς μαθητάς, μή πως οὐκ ᾖ σῶμα τὸ φαινόμενον, ἀλλὰ τύπος ὢν μόνον, τὸν νοῦν σαφηνίζων ὁ Λουκᾶς εἶπεν· «ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει» καὶ ἔφαγε καὶ τὰ τῆς σαρκὸς ἔδειξε τραύματα. 625 {3Jο , 19}3∆ιὰ τούτου ἔδειξεν τὴν τῆς θεότητος ἰσχύν. ἡμέρας οὐκ ἐπέστη, ἵνα συναχθῶσι πάντες, καθ' ἣν ἡμέραν διελέχθη τῇ Μαριάμ, ὤφθη καὶ τοῖς μαθηταῖς θεοπρεπεῖ δυνάμει καὶ κεκλεισμένων τῶν θυρῶν παραδόξως καὶ ἀδοκήτως αὐτοῖς φανείς· θεὸς γὰρ ἦν, εἰ καὶ τὸ παχὺ τὸ σῶμα εἶχεν. 626 {3Jο , }3Ἔδειξε τοῦ πάθους τὰ γνωρίσματα, ἵνα πληροφορηθῶσιν, ὅτι αὐτὸ ἦν τὸ πεπονθός, εἰ καὶ πνευματικὸν ἦν γεγονὸς καὶ εἰς ἀφθαρσίαν μετεχώρησαν. διὰ ® τοῦτο αὐτοῖς ἔδειξεν, ἵνα πᾶσαν αὐτῶν ταραχὴν κατακοιμίσῃ. 627 {3Jο , 21}3∆ιὰ τούτου ἐπληρώθη ὁ λόγος, ὃν εἶπεν ὁ κύριος «μικρὸν καὶ ὄψεσθέ με», «καὶ χαρήσεται ὑμῶν ἡ καρδία». διὰ τοῦ ῥήματος τῆς εἰρήνης λύει αὐτῶν τὴν δειλίαν. «αὐτὸς» μέν «ἐστι» ὁ Χριστὸς «ἡ εἰρήνη ἡμῶν». πλὴν διὰ τούτου καὶ ἡμεῖς ἐδιδάχθημεν ἐν ταῖς μυστικαῖς συνόδοις ἐπιφθέγγεσθαι ἑαυτοῖς τὸ τῆς εἰρήνης ῥῆμα. 628 {3Jο , 21}3Ἐπειδὴ διὰ τοῦ σταυροῦ πάντα εὔκολα γέγονεν, πέμπω ὑμᾶς ποιῆσαι ® τὸ ἔργον, ὃ ἐποίησα. 630 {3Jο , 22 23}3Πνευματικὸν αὐτοῖς δέδωκε χάρισμα τοῦ λύειν ἁμαρτίας καὶ κατακρίνειν. ἄλλοι δὲ λέγουσιν, ὅτι ἐπιτηδείους αὐτοὺς ἐποίησε πρὸς ὑποδοχὴν τοῦ πνεύματος, οὗ ἤμελλον λαμβάνειν μετὰ τὴν ἀνάβασιν. δι' ὃ οὐκ εἶπεν, ἐλάβετε πνεῦμα ἅγιον, ἀλλὰ λάβετε. πλὴν δυνατὸν εἰπεῖν, ὅτι εἰς μὲν οὖν τὸ ἀφεῖναι ἁμαρτίας ἔλαβον τὸ χάρισμα, μετὰ δὲ τὴν πεντηκοστὴν τὸ ἐγεῖραι τοὺς
About this text
Ammonius of Alexandria, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Ammonius of Alexandria’s Fragmenta in Joannem — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.