Fragmenta in Joannem · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; lemma and argument toward the thesis.

Greek

αὐτῶν γνώμην τοῦ πλήθους ἀφέντες ἐβουλεύθησαν μὲν αὐτὸν συλλαβέσθαι διὰ τῶν ὑπηρετῶν. ἥψατο δὲ οὐδεὶς πάντων ὑπὸ τῆς θείας κωλυομένων χάριτος. 38 Jο 7,50 Εἷς ὢν καὶ αὐτὸς τῶν πεπιστευκότων καὶ σὺν τοῖς ἐπαράτοις ταγεὶς ἀνθυβρίζει αὐτοὺς ἠρέμα ἐπαράτους δεικνὺς ὡς καταψηφισαμένους τῶν πιστευ σάντων πρὸ τοῦ γνῶναι, εἰ ἀλόγως ἐπίστευσαν. 39 Jο 8,19 Ἐπειδὴ ἠρώτων ὡς περὶ ἀνθρώπου τόπῳ περιεχομένου· ποῦ ἐστιν ὁ πατήρ σου, θαυμασίως εἴρηκεν τὸ μὴ εἰδέναι αὐτοὺς τὸν πατέρα τοῦτο πάσχοντας διὰ τὸ καὶ τὸν υἱὸν μηδὲν ἕτερον ἢ σάρκα νομίζειν τὴν ἐν τόπῳ θεωρουμένην. εἰ δ' ἐπίστασθε, φησίν, ὅτι καὶ ὁ υἱὸς εἰ καὶ σάρκα πεφόρηκεν, οὐδὲν ἧττόν ἐστιν ὑπὲρ σάρκα, ἐπεγινώσκετε ἂν καὶ τὸν πατέρα μηδεμίᾳ τοπικῇ περιοχῇ κατεχόμενον, ἀλλὰ πάντα ἐν ἑαυτῷ φέροντα. 40 Jο 8, Θαυμάζων ὁ εὐαγγελιστὴς φαίνεται ἐπὶ τοιαύτῃ παρρησίᾳ λόγων καὶ ἐλέγχοις τοιούτοις, μηδένα δὲ δύνασθαι κατασχεῖν τὸν κύριον, καίτοι γε μεμη νότων ἐπὶ τούτῳ καὶ παρεσκευασμένων ἁπάντων. ἀλλ' ὅμως ἐν μέσοις αὐτοῖς ἐν τῷ ἱερῷ πρὸς τῷ γαζοφυλακίῳ διδάσκων ἔλεγεν, ἐπαρρησιάζετο, θεότητος παρεῖχε τεκμήρια, τὴν ἐκείνων ἄγνοιαν ἤλεγχε ἐπὶ τούτοις καὶ οὐδεὶς ὁ προσαψάμενος. 41 Jο 8,21 Τοῖς οὐδὲν ἀπολαύσασι τῆς παρουσίας αὐτοῦ τὸν ἀνιαρὸν ὄλεθρον ἀπειλεῖ καὶ μάλα εἰκότως· οἱ γὰρ ἐκ τοῦ ἰατροῦ παρόντος μόνην ἴασιν μὴ 5 ® δεξάμενοι τοῖς πάθεσιν ἐναποθνῄσκουσιν. 42 Jο 8,22 23 Καίτοι εἰ ἔμελλεν ἑαυτὸν ἀναιρεῖν κατὰ τὴν δυσσεβῆ αὐτῶν ὑπόνοιαν, ἐδύναντο ὁτεδήποτε καὶ αὐτοὶ θνητοὶ ὄντες ἀπελθεῖν πρὸς αὐτόν· μία γὰρ πάντων ἔξοδος, κἂν ὁ τρόπος διάφορος εἶναι δοκῇ καὶ ἓν τὸ ὑποδεχόμενον πάντας χωρίον πρὸ τῆς ἀναστάσεως τοῦ κυρίου, κἂν μετὰ ταῦτα τὸ τάγμα τῶν ἁγίων εἰς παράδεισον μετατεθῇ. τί οὖν ὁ κύριος; παρὰ πόδας δείκνυσι καὶ τὴν αἰτίαν φήσας ἀναιρῶν αὐτῶν τὴν ὑποψίαν· ὑμεῖς ἐκ τοῦ ® κόσμου ἐστέ.43 Jο 8,22 23 Τοιαύτην πως ἔχει δύναμιν ὁ λόγος, ὅτι πρὸς τὰ ἑαυτοῦ καὶ τὰ οὐράνια μεταστήσεται· διόπερ τοῦτο οὐδὲ θάνατός ἐστιν ὡς πρὸς ἀλήθειαν καθάπερ ἂν ἐπ' ἀνθρώπου τοῦ ἐκ γῆς ὄντος καὶ κατὰ τὴν ἐκ τοῦ σώματος μετάστασιν ὑπὸ γῆν ἑλκομένου. 44 Jο 8,26 Ἱκανά, φησίν, ἔστιν, ἃ καὶ ὁ θεὸς διὰ προφητῶν εἴρηκεν ἐλέγχων τὸ σκληροκάρδιον ὑμῶν καὶ δυσπειθές. κἀγὼ δὲ ὅσα λέγω περὶ ὑμῶν, οὐχ ἑτέ ρωθεν, ἀλλ' ἢ παρὰ πατρὸς λέγω. ἀκούειν δὲ εἶπεν ἀνθρωπινώτερον, σαφέστερον τοῖς ἀκούουσι διαλεγόμενος. 45 Jο 8,27 Εἰ γὰρ συνίεσαν, ὅτι περὶ θεοῦ ἔλεγεν ὁ κύριος, οὐκ ἂν ἠρώτων “ ποῦ ἐστιν ὁ πατήρ σου” διόπερ καὶ δεόντως εἴρηκε πρὸς αὐτοὺς τὸ οὐκ “οἴδατε τὸν πατέρα μου” . 46 Jο 8,38 Ἑωρακέναι καὶ παρὰ τῷ πατρὶ λέγων οὐκ ὀφθαλμῶν τινα ὅρασιν ἐδή λωσεν, ἀλλὰ γνῶσιν φυσικήν, ἐπεὶ καὶ ἐκείνους φάσκων ἑωρακέναι παρὰ τῷ πατρὶ αὐτῶν οὐκ ὄψει δήπουθεν ἑωρακέναι λέγει, ἀλλὰ τῇ ἐνοικούσῃ πονηρίᾳ ταῖς τοῦ πονηροῦ βουλαῖς οἰκείους ® καθίστασθαι. 47 Jο 8,51 53 Προειρηκώς, ὅτι « ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει « νῦν φησι δεικνὺς ἑαυτὸν κατὰ φύσιν ὄντα θεόν· οὗτος δὲ τηρεῖ τὴν θείαν ἐντολήν, ὁ κατὰ μηδένα τρόπον ἁμαρτάνων καὶ παραβαίνων τὰς θείας πράξεις· οὗτος καὶ ἀκούει τῶν θείων λόγων. θάνατον δέ φησιν ἐνταῦθα οὐ τὸν σαρκικόν, ὃν ὑπομένουσι πάντες, ἀλλὰ θάνατον ὀνομάζει τὸν μέλλοντα, τὸ δι' αἰῶνος κο λάζεσθαι, ὅστις ἐστὶν ἡ γέεννα καὶ “ὁ σκώληξ” · καὶ γὰρ καὶ ζωή ἐστιν ἀκατά παυστος ἀπόλαυσις εἰς τὸν αἰῶνα· αἰῶνα γάρ φησι τὸν μέλλοντα. εἶτα εἰπὲ οὖν ἡμῖν, φασίν, μείζων εἶ αὐτὸς Ἀβραὰμ καὶ τῶν προφητῶν ὁ μείζους ἐκείνων ἑτέρους ποιεῖν ὑπισχνούμενος; τίνα σεαυτὸν ποιεῖς ὁ καὶ τῆς παρὰ τοῦ θεοῦ φιλοτιμίας τὰ ἀμείνω δώσειν ἐπαγγελλόμενος; 48 Jο 8,56 Ζητητέον τίνα λέγει ἡμέραν· ἐπεὶ φῶς ἀληθινὸν καὶ “δικαιοσύνης ἥλιός” ἐστιν ὁ σωτήρ, ἡμέραν κατασκευάζει, ἐὰν ἀνατείλῃ δι' ἀρετῆς καὶ θείας γνώσεως. ἐπεὶ τοίνυν καὶ τῷ Ἀβραὰμ ὤφθη καταυγάσας αὐτὸν πίστει εἰς δικαιοσύνην λελογισμένῃ, μετὰ χαρᾶς ἠγαλλιάσατο ἰδὼν τὴν νοητὴν τοῦ κυρίου ἡμέραν. ἐντεῦθεν οἱ δύο θεοὺς λέγοντες τὸν κοσμοποιὸν καὶ τὸν πατέρα Χριστοῦ ἐλέγχονται ἀσεβῶς φρονοῦντες· εἰ γὰρ ὁ Ἀβραάμ, ὅν φασιν ἑτέρου θεοῦ εἶναι, τὸν σωτῆρα εἶδεν καὶ δι' αὐτοῦ τὸν πατέρα, ὁ ὀφθεὶς αὐτῷ θεὸς ὁ κοσμοποιός ἐστιν, ὁ αὐτὸς τῷ πατρὶ Χριστοῦ. ® 49 Jο 9,2 3 Ἦν τις ἐν τοῖς πάλαι λόγος ἐξ ἁμαρτίας εἶναι τὰ κακὰ διὰ τὸ

About this text

Apollinaris of Laodicea, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Joannem — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.