Unit 2 rem mid
Rem mid: Unit 2; lemma continues; reading with the letter.
Greek
πεπεῖσθαι περὶ θεοῦ ὡς οὐδενός ἐστιν αἴτιος κακοῦ, τὸ δὲ ἐπὶ γυμνασίᾳ πάσχειν καὶ πρὸς αἴσθησιν τῆς τοῦ θεοῦ δυνάμεως ἐνεργούσης ὕστερον τοῦτο οὐ πάνυ πως ἐγι νώσκετο διὰ τὸ μᾶλλον ἀνταποδόσεις εἶναι ἀγαθὰς τοῖς δικαίοις τότε παρὰ θεοῦ καὶ μὴ ὥσπερ νῦν παρατείνειν μακροτέρους τοὺς ἀγῶνας διὰ τὴν προκει μένην εἰς αἰῶνα ζωήν. ἐπεὶ δὲ ἐκ γενετῆς ὁ τυφλός, ζητεῖν παρίσταται τοῖς μαθηταῖς· καὶ ὡς ἀδύνατον ὂν τὸ αὐτὸν ἁμαρτεῖν πρὶν γεννηθῆναι πα ρατιθέασι τὸ τῶν γονέων. καὶ γὰρ ᾔδεισαν ἐπὶ λύπῃ γονέων παθήματα περὶ τοὺς παῖδας εἶναι. ὁ δὲ κύριος οὐχ 6 ἕνεκά τινος ἁμαρτίας τὴν τυφλότητα γενέσθαι φησίν, ἀλλ' ἕνεκα δόξης θεοῦ μελλούσης ὑπὲρ τοῦ γνωσθῆναι θεοῦ δύναμιν διὰ τῆς παραδόξως γενομένης ἀναβλέψεως. 50 Jο 9,7 Ἡ τοῦ Σιλωὰμ εἰς τὸ ἔργον συμπαράληψις ὃ ἑρμηνεύεται ἀπεσταλ μένος καθὰ καὶ ὁ εὐαγγελιστὴς οὐ μάτην ἐπεσημαίνετο, δηλοῖ τὴν τῆς δημι ουργοῦ δυνάμεως ἀποστολὴν εἰς τὴν τοῦ ἰδίου δημιουργήματος ἀνανέωσιν ἀπο καθαρτικὴν μὲν τῶν ἁμαρτιῶν γινομένην, οὗ σύμβολον τὸ ὕδωρ ἦν τὸ τῆς κολυμβήθρας, διὰ δὲ τῆς τῶν ἁμαρτιῶν ἀποκαθάρσεως ὑγείαν ἐπανάγουσαν καὶ εἰς ® ἀρτιότητα τὴν νενοσηκυῖαν καὶ πεπηρωμένην φύσιν. 51 Jο 9,10 17 Οὐχ ὡς μαθεῖν τι δεόμενοι παρὰ τοῦ τυφλοῦ τὴν ἐρώτησιν οὗτοι προσά γουσιν, ἀλλ' ὥσπερ ἐκδυσωποῦντες αὐτὸν δυσφημότερόν τι κατὰ τοῦ κυρίου φθέγξασθαι διὰ τὴν δοκοῦσαν περὶ τὸ σάββατον ὀλιγωρίαν· ᾤοντο γὰρ ὑπὸ πολλῶν ὄντων αὐτῶν ἑλκυσθήσεσθαι τὸν ἕνα καὶ ταῦτα πένητα καὶ εὐτελῆ καὶ προσαίτην, μέγα δὲ ἡγοῦντο τὸν εὐεργετηθέντα παῦσαι τῆς εἰς αὐτὸν εὐφημίας ὡς ἐκ τούτου καὶ κατακρύψαι δύνασθαι τὸ πραχθὲν μὴ μαρτυρούμενον ὑπ' αὐτοῦ τοῦ ἰαθέντος. ἀλλ' οὐκ εἶξεν, ἅτε πείρᾳ τὸν κύριον ἐγνωκώς, ἀλλ' ὅσον ἐδύνατο καταλαβεῖν εὐφήμως λέγει περὶ αὐτοῦ προφήτην εἶναι φάσκων καὶ τοῦτο εἰκότως, ἐπείπερ οὐκ ἰδίᾳ δυνάμει πεποιηκότα αὐτὸν ἠπίστατο τῆς θεότητος τὴν ἐξουσίαν ἀγνοῶν. 53 Jο 9,16 Τοσοῦτον ἰσχύει δόγμα προκατεσχηκὸς καὶ ἡ πρός τι διάθεσις εἰς τὸ παρελέσθαι τὴν ὀρθὴν ἐπὶ τοῖς πράγμασιν δίκην καὶ σκοτῶσαι τὸν λογισμόν. καὶ ὅτι μὲν ἐν σαββάτῳ τὸν τυφλὸν βλέπειν ἐποίησεν, οὐ λογίζονται, ὅτι δὲ “πηλὸν ἐποίησεν” , κρίνουσιν, ἐξεπίτηδες τοῦ κυρίου κατὰ ταύτην τὴν ἡμέραν ἐργαζομένου τὰ ἑαυτοῦ ἔργα πολλάκις, ἵνα τῆς “ὑπὸ τὰ στοιχεῖα” δουλείας, ὡς ὁ ἀπόστολός φησιν, ἐλευθερώσῃ τοὺς ἀνθρώπους ἀνέτους ποιήσας ἀπὸ τῆς σαββατικῆς δουλείας εἰς τὴν θεοῦ δουλείαν· τὸ γὰρ θεοῦ ἔργα κατὰ τὴν σαββα τικὴν ἀργίαν ἐργάζεσθαι θεῷ δουλεύειν ® ἦν ἀντὶ σαββάτου. 54 Jο 9,18 19 Οὐχ εὑρόντες ἣν ἐβούλοντο ἄρνησιν παρὰ τοῦ τεθεραπευμένου παρὰ τῶν γονέων ταύτην ζητοῦσιν, ἐλπίζουσί τε αὐτοὺς θορυβηθέντας συνεργοὺς ἔσεσθαι αὐτοῖς ἀρνησαμένους, ὅτι ὁ γεγεννημένος τυφλὸς οὗτός ἐστιν ὁ νυνὶ βλέπων. φησὶ δὲ αὐτοὺς ὁ εὐαγγελιστὴς μηδὲ πιστεύειν· οὐ γὰρ εἰσοικίζεται πίστις εἰς ἐριστικὴν ψυχὴν καὶ εἰς θεοῦ δύναμιν παραταττομένην, ὥστε οὐκ ἀναίτιοι τῆς ἀπιστίας, ἀλλὰ καὶ σφόδρα ὑπαίτιοι σκληρότητα κατασκευάσαντες ἐν ἑαυτοῖς, δι' ἣν οὐχ ὑπεδέχοντο τὸ τῆς πίστεως ἀγαθόν. θορυβοῦσι δὲ τοὺς γονεῖς ἐγκαλοῦντες, ὅτι τυφλὸν λέγοιεν γεγεννῆσθαι τὸν υἱὸν ἑαυτῶν· πῶς γάρ, φασίν, ® βλέπειν υἱόν. 55 Jο 9,28 31 Ἐξ ὑπεροψίας τοῦτο ὑμεῖς φατε. ὃ λέγουσιν, τοιοῦτόν ἐστιν. οἴδαμεν, ὅτι ὁ θεὸς διὰ Μωυσέως ἐνομοθέτησεν, τοῦτον δὲ οὐκ ἴσμεν εἰ μὴ ὡς παραλύοντα τὸν νόμον· ἐν γὰρ σαββάτῳ τυφλὸν ἐθεράπευσεν· τούτῳ γὰρ τῷ σκοπῷ λέγουσι μὴ εἰδέναι αὐτόν. τὸ δὲ σὺ εἶ μαθητὴς ἐκείνου ὡς ἐξευτελί ζοντες αὐτὸν εἰρήκασιν ἐκείνου, τὸ δὲ μὴ εἰδέναι λέγουσιν ὡς ἔχοντες περὶ τῆς κατὰ σάρκα αὐτοῦ γεννήσεως ὑποψίαν μηδὲν περὶ τῆς ἀρρήτου αὐτοῦ γεννήσεως δυνάμενοι ἐννοῆσαι. τί οὖν πρὸς τοῦτο ὁ τεθεραπευμένος; ἐκ τῶν αὐτῶν λόγων δράττεται αὐτοὺς καὶ ἑαυτοῖς περιπίπτειν ποιεῖ. τοῦτο, φησίν, τὸ θαυμαστόν, ὅτι οὐκ οἴδατε πόθεν ἐστίν, ὑπερβαῖνον τὴν ἀνθρωπίνην κατάληψιν. εἶτα ἐπειδὴ αὐτὸς οὐκ ἄνωθεν εἴρηκεν, ἀλλ' εἰδώς, ὅτι οὐχ ἁμαρτωλός ἐστιν, φησὶ γάρ, ὅτι οἴδαμεν, ὅτι ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει. 7 ® 56 Jο 10, 1 6 Θαυμασίῳ προκαλύμματι τῇ παραβολῇ σκέπει τὰ δηλούμενα πρὸς τοὺς οὐκ ἀξίους ἐπιγινώσκειν τοῖς ἀξίοις καταλιπὼν τὴν ἐπίγνωσιν. δύναμις δὲ τῆς παραβολῆς δηλῶσαι τὴν ἐπ' ἀγαθῷ γινομένην ἀναχώρησιν ἀπὸ τῆς νομικῆς καὶ
About this text
Apollinaris of Laodicea, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Joannem — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.