Letter to Calosyrius · §ep-open

Ad Calosyrium Epistle opening

Epistle.

Lemma-led open — ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ πρὸς Καλοσίριον ἐπίσκοπον Ἀρσενοΐτην κα

Greek

Ad Calosyrium ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ πρὸς Καλοσίριον ἐπίσκοπον Ἀρσενοΐτην κατὰ τῶν λεγόντων ἀνθρωπόμορφον εἶναι τὸ θεῖον. ἈΦΙΚΟΜΕΝΟΙ τινες ἀπὸ τοῦ ὄρους τοῦ Καλαμῶνος, ἠρωτῶντο παρ' ἐμοῦ περὶ τῶν αὐτόθι μοναστῶν, τίνα τρόπον διατελοῦσιν, ἢ καὶ ὁποίαν ἔχουσι τοῦ βίου τὴν διαγωγήν. οἱ δὲ ἔφασκον εὐδοκιμεῖν μὲν ἐν ἀσκήσει πολλοὺς, καὶ σφόδρα βούλεσθαι τὸν μοναχοῖς πρέποντα κατορθῶσαι βίον· εἶναι δέ τινας τοὺς περιιόντας καὶ θορυβοῦντας ἐξ ἀμαθίας τοὺς ἐθέλοντας ἠρεμεῖν, εἶτα λογοποιεῖν αὐτοὺς διεβεβαιοῦντο τοιαῦτά τινα· ἔφασκον γάρ Ἐπειδὴ κατ' εἰκόνα Θεοῦ γενέσθαι τὸν ἄνθρωπον ἡ θεία λέγει γραφὴ, χρὴ πιστεύειν ὅτι ἢ ἀνθρωποειδὲς ἤγουν ἀνθρωπόμορφόν ἐστι τὸ θεῖον· ὅπερ ἐστὶ παντελῶς ἀσύνετον, καὶ τοῖς τῆς ἐσχάτης δυσσεβείας 604 ἐγκλήμασιν ὑπενεγκεῖν δυνάμενον τοὺς οὕτω φρονεῖν ἑλομένους. ἔστι μὲν γὰρ ὁμολογουμένως κατ' εἰκόνα Θεοῦ ὁ ἄνθρωπος, ἡ δὲ ὁμοιότης οὐ σωματική· ὁ γὰρ Θεός ἐστιν ἀσώματος. καὶ τοῦτο διδάξει λέγων αὐτὸς ὁ Σωτήρ "Πνεῦμα "ὁ Θεός." οὐκοῦν οὐκ ἐνσώματος, εἰ πνεῦμά ἐστιν, οὐδὲ ἐν εἴδει σωματικῷ.

About this text

Cyril of Alexandria, Letter to Calosyrius (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Letter to Calosyrius — new OET from PG 76 Greek.

Witnesses

  • Copy-text PG 76 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.