Letter to Calosyrius · §ep-rem-early

Epistle rem early

Rem early: Epistle; historia and theoria toward orthodox doctrine.

Greek

τὸ γὰρ ἔξω σώματος, ἔξω καὶ σχήματος εἴη ἄν. ἄποσον γὰρ καὶ ἀσχημάτιστόν ἐστι τὸ θεῖον. εἰ δὲ νομίζουσιν, ὅτι κατὰ τὴν τοῦ ἀνθρωπίνου σώματος φύσιν ἐσχηματίσθη καὶ αὐτὸς ὁ ἐπὶ πάντων Θεὸς, λεγέτωσαν εἰ καὶ αὐτὸς ἔχει πόδας ἵνα περιπατῇ , χεῖρας ἵνα δι' αὐτῶν ἐργάζηται, καὶ ὀφθαλμοὺς ἵνα βλέπῃ δι' αὐτῶν. ποῦ τοίνυν περιπατεῖ; ἢ ἐκ ποίων τόπων εἰς ποίους ἀπέρχεται ὁ τὰ πάντα πληρῶν; ἔφη γάρ "Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν "ἐγὼ πληρῶ λέγει Κύριος;" ἢ ποίας χεῖρας εἰς ἔργα κινεῖ ὁ διὰ ζῶντος Λόγου δημιουργῶν; καὶ εἰ καθ' ἡμᾶς ἔχει τοὺς ὀφθαλμοὺς ὡς ἐν προσώπῳ κειμένους, οὐχ ὁρᾷ που πάντως τὰ ὀπίσω· ἀλλ' ὅταν πρὸς ἀνατολὰς βλέπῃ , οὐκ οἶδε τί πράττουσιν οἱ ἐν δυσμαῖς; κἂν εἰς δυσμὰς ἴδῃ πάλιν, οὐχ ὁρᾷ τοὺς ἐν ταῖς ἀνατολαῖς; ταῦτα καὶ γράφειν αἰσχύνομαι, διὰ δὲ τὴν τινῶν ἀπόνοιαν γέγονα

About this text

Cyril of Alexandria, Letter to Calosyrius (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Letter to Calosyrius — new OET from PG 76 Greek.

Witnesses

  • Copy-text PG 76 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.