Epistle rem close
Rem CLOSEOUT: Epistle CLOSEOUT. SERIES CLOSEOUT.
Greek
ἁπάντων τῶν ἐπὶ τῆς γῆς καθ' ὁμοιότητα καὶ εἰκόνα Θεοῦ. οὐκοῦν κατὰ τὸ εἶναι ζῷον λογικὸν καὶ καθὸ φιλάρετον καὶ ἀρχικὸν τῶν ἐπὶ τῆς γῆς, ἐν εἰκόνι Θεοῦ πεποιῆσθαι λέγεται. εἰ δὲ νομίζουσι κατὰ τὸ τοῦ σώματος σχῆμα λέγεσθαι τὴν εἰκόνα, οὐδὲν λυπεῖ καὶ τοῖς ἀλόγοις τῶν ζῴων σύμμορφον λέγειν εἶναι τὸν Θεόν. ὁρῶμεν γὰρ, ὅτι καὶ αὐτὰ ἐκ τῶν αὐτῶν ἡμῖν εἰσι μορίων, πόδας ἔχοντα καὶ στόμα καὶ ὀφθαλμοὺς καὶ ῥῖνας καὶ γλῶσσαν καὶ τὰ ἕτερα τῶν τοῦ σώματος μελῶν. παυέτω τοίνυν ἡ σὴ θεοσέβεια τοὺς τοιούτους, μᾶλλον δὲ καὶ ἐπιτιμάτω τοῖς ταῦτα φλυαρεῖν εἰωθόσιν. Ἀκούω δὲ ὅτι φασὶν ἀπρακτεῖν εἰς ἁγιασμὸν τὴν μυστικὴν εὐλογίαν, εἰ ἀπομείνοι λείψανον αὐτῆς εἰς ἑτέραν ἡμέραν. μαίνονται δὲ ταῦτα λέγοντες· οὐ γὰρ
About this text
Cyril of Alexandria, Letter to Calosyrius (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Letter to Calosyrius — new OET from PG 76 Greek.
Witnesses
- Copy-text PG 76 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.