Epistle rem mid
Rem mid: Epistle; lemma continues; spiritual reading with the letter.
Greek
ἄφρων, οὐχ ἑκὼν μᾶλλον, ἀλλὰ παρ' αὐτῶν ἠναγκασμένος. ἐπιστομιζέσθωσαν τοίνυν οἱ ταῦτα φλυαροῦντες, ὡς ἀμαθεῖς, καὶ ἠρεμείτωσαν μὴ ἁπτόμενοι τῶν ὑπὲρ δύναμιν, μᾶλλον δὲ μὴ καταλαλεί 605 τωσαν τοῦ Θεοῦ. ὁ γὰρ Θεὸς ὑπὲρ πᾶσαν κτίσιν ἐστὶν, οὔτε σῶμα νοούμενος, οὔτε ἐν τύποις ἢ σχήμασι σωματικοῖς, ἀλλ' ἔστιν ἁπλοῦς, ἄϋλος, ἀνείδεος, ἀσύνθετος, οὐκ ἐκ μερῶν ἢ μελῶν ἢ μορίων συγκείμενος καθάπερ ἡμεῖς, πνεῦμα δὲ μᾶλλον, κατὰ τὰς γραφὰς, καὶ τὰ πάντα ἐφορῶν, πανταχοῦ ὢν καὶ τὰ πάντα πληρῶν, καὶ οὐδενὸς ἀπολιμπανόμενος· πληροῖ γὰρ οὐρανὸν καὶ γῆν. τὸ δὲ κατ' εἰκόνα Θεοῦ πεποιῆσθαι τὸν ἄνθρωπον, ἑτέρας ἐμφάσεις καὶ ὑπονοίας ἔχει. μόνος γὰρ αὐτὸς παρὰ πάντα τὰ ἐπὶ γῆς ζῷα λογικός ἐστι, φιλοικτίρμων, ἐπιτηδειότητα πρὸς πᾶσαν ἀρετὴν ἔχων, λαχὼν δὲ καὶ τὸ ἄρχειν
About this text
Cyril of Alexandria, Letter to Calosyrius (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Letter to Calosyrius — new OET from PG 76 Greek.
Witnesses
- Copy-text PG 76 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.