On Adoration and Worship in Spirit and Truth, Book 11 · §14

Wash, vest, anoint; hands on calf; blameless hands and pure heart

Cyril: …you will make them, and you will set them upon one basket, and you will bring them forward upon the basket, and the calf, and the two rams. And Aaron and his sons you will bring forward upon the doors of the tent of the testimony, and you will wash them in water. And taking the stoles, you will put on Aaron your brother both the foot-reaching tunic, and the shoulder-piece, and the oracle. And you will join for him the oracle toward the shoulder-piece. And you will set the mitre upon his head, and you will set the leaf the holy-thing upon the mitre, and you will take of the oil of the anointing, and you will pour it upon his head, and you will anoint him. And his sons you will bring forward, and you will put tunics on them, and you will gird them with the belts, and you will put around them the headdresses. And priesthood for me will be for them unto the age, and you will perfect Aaron’s hands, and the hands of his sons.’ So then he has ordered a calf and two rams to be brought forward unto sacrifice… And of the one about to approach God: ‘Innocent in hands and pure in heart.’ (Exodus 29:2–9)

Palladius: It seems so.

Cyril: And in what manner again the sacrifices for the priests must be exacted, he was legislating saying: ‘And you will bring forward the calf upon the doors of the tent of the testimony, and Aaron and his sons will set their hands upon the head of the calf opposite Lord, beside the doors of the tent of the testimony, and you will slaughter the calf opposite Lord, beside the (Psalm 24:4) (Exodus 29:10–11) (Exodus 29:4–9)

Greek

ρῶν ποιήσεις αὐτὰ, καὶ ἐπιθήσεις αὐτὰ ἐπὶ κανοῦν ἓν, καὶ προσοίσεις αὐτὰ ἐπὶ τῷ κανῷ, καὶ τὸ μοσχάριον, καὶ τοὺς δύο κριούς. Καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ λούσεις αὐτοὺς ἐν ὕδατι. Καὶ λαβὼν τὰς στολὰς, ἐνδύσεις Ἀαρὼν τὸν ἀδελφόν σου καὶ τὸν χιτῶνα τὸν ποδήρη, καὶ τὴν ἐπωμίδα, καὶ τὸ λογεῖον. Καὶ συνάψεις αὐτῷ τὸ λογεῖον πρὸς τὴν ἐπωμίδα. Καὶ ἐπιθήσεις τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐπιθήσεις τὸ πέταλον τὸ ἁγίασμα ἐπὶ τὴν μίτραν, καὶ λήψῃ τοῦ ἐλαίου τοῦ χρίσματος, καὶ ἐπιχεεῖς αὐτὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ χρίσεις αὐτόν. Καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις, καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας, καὶ ζώσεις αὐτοὺς ταῖς ζώναις, καὶ περιθήσεις αὐτοῖς τὰς κιδάρεις. Καὶ ἔσται αὐτοῖς ἱερατεία μοι εἰς τὸν αἰῶνα, καὶ τελειώσεις Ἀαρὼν τὰς χεῖρας αὐτοῦ, καὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ.» Προσκομίζεσθαι μὲν οὖν εἰς θυσίαν προστέταχε μοσχάριον καὶ δύο κριοὺς, λάγανά τε καὶ ἄρτους ἐπὶ κανῷ. Προαφαγνίζει δὲ καὶ ἑτέρως, τύπον, οἶμαι, οὕτω που τὸ χρῆμα τιθεὶς τοῦ κατὰ ἀλήθειαν ἁγιασμοῦ. Ὕδατι γὰρ ἀπολούσας τὸν Ἀαρὼν, τὴν ἁγίαν αὐτὸν ἀμφιέννυσι στολήν. Ἀπολουσάμενοι δὲ καὶ ἡμεῖς διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ πᾶν εἶδος ἀκαθαρσίας ἀποτριβόμενοι, τότε δὴ, τότε τὴν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταπλουτοῦμεν χάριν, τὸν τῆς εὐφροσύνης χιτῶνα δεχόμενοι, κατά γε τὸ, «Ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.» Προαπέδειξε γὰρ ὁ λόγος, ὅτι πολυτρόπως ἦν ὁ Χριστὸς ὡς ἐν κόσμῳ τῷ περὶ τὸν Ἀαρὼν πλαττόμενος. Ἐλαίῳ δὲ καταχρίει τὴν κεφαλὴν ἁγίῳ. Ψάλλει δέ που καὶ ὁ Δαβίδ· «Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου,» τὸ ἱλαρὸν ἐν ἐλπίδι τῆς τῶν ἁγίων φωνῆς, ἤτοι τὴν ἄνωθεν ἱλαροποιὸν ἐπίσκεψιν τοῦ ἐλαίου κατασημαίνοντος. Ἠλεήμεθα γὰρ οἱ πιστεύσαντες, καί ἐσμεν εὐλογγημένοι τῷ Κυρίῳ, τῇ τοῦ Πνεύματος ἐπιχορηγίᾳ τὸν νοῦν καταπιαινόμενοι· νοῦ δὲ εἰς τύπον ἡ κεφαλή. Κατὰ τὸν ἴσον δὲ τουτονὶ τρόπον οἱ ἱερεῖς ἡγιάζοντο, ὕδατί τε ἀπονιζόμενοι καὶ ἐλαίῳ χριόμενοι, οὕτω τε χριόμενοι τὴν ἱερὰν ἀμφίασιν περικείμενοι, τελειούμενοί τε τὰς χεῖρας, ὡς ἤδη πως δοκεῖν καὶ ἐπιτηδείως ἔχειν εἴς γε τὸ χρῆναι λοιπὸν καθαρῶς τε καὶ ἀμωμήτως τὰς θυσίας ἐπιτελεῖν. Προηγιασμένοι δὲ καὶ ἡμεῖς αὐτοὶ, καὶ τῇ ἄνωθεν χάριτι κατηγλαϊσμένοι, καὶ κεχρισμένοι πρὸς τελειότητα τὴν πνευματικὴν, ὡς ἐκ παῤῥησίας λοιπὸν καθαραῖς οἱονεί πως καὶ πανάγνοις χερσὶ, προσκομίζομεν Θεῷ τὰς δωροφορίας, δῆλον δὲ ὅτι τὰς πνευματικάς. Καί τοι τοιοῦτον οἶμαι δηλοῦν τὸ τῷ μακαρίῳ Δαβὶδ ὑμνούμενον περὶ παντὸς ἀναβαίνοντος εἰς τὸ ὄρος Κυρίου· «Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ.»

{ΠΑΛΛ.} Ἔοικεν.

{ΚΥΡ.} Τίνα δὲ τρόπον αὖ ἐκπράττεσθαι χρὴ τὰς ὑπὲρ τῶν ἱερέων θυσίας, ἐθεσμοθέτει λέγων· «Καὶ προσάξεις τὸν μόσχον ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐπιθήσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι Κυρίου, παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ σφάξεις τὸν μόσχον ἔναντι Κυρίου, παρὰ τὰς

About this text

Cyril continues the dialogue with Palladius. Book 11 of a seventeen-book dialogue — not the whole work.

English follows Migne PG 68 (Aubert reprint). The PDF and a cleaned text of the same print were checked against each other. This page is Book 11 of seventeen. This is a reading translation for study, not a new critical edition of the Greek.

Witnesses

  • Copy-text Migne PG 68 De adoratione Book 11 (Aubert reprint) (Greek · Book 11)
  • Checked print PDF of PG 68 De adoratione (Greek · Book 11)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.