Sin-calf burned outside; ram whole-burnt; ram of perfection / wave portions
Cyril: …doors of the tent of the testimony. And you will take from the blood of the calf, and you will set upon the two horns of the altar with your finger. And all the remaining blood you will pour out beside the base of the altar, and you will take all the fat upon the belly, and the lobe upon the liver, and the two kidneys, and the fat upon them, and you will set upon the altar. And the meats of the calf, and the skin, and the dung you will burn with fire outside the camp; for it is of sin. And the one ram you will take, and Aaron and his sons will set their hands upon the head of the ram, and you will slaughter it, and taking the blood you will pour toward the altar in a circle, and you will divide the ram according to limbs; and you will wash the inwards and the feet with water, and you will set upon the divided-parts with the head, and you will bring up the whole ram upon the altar, a whole-burnt-offering to the Lord unto a smell of fragrance; it is incense to Lord. And you will take… and what has been removed from the ram of the perfection from Aaron and from his sons, and it will be for Aaron and for his sons an age-long lawful thing from the sons of Israel; for this is a setting-apart, and a removal it will be from the sons of Israel from the victims of the salvations of the sons of Israel, a removal to Lord.’ And after a few: ‘And the ram of the perfection you will take, and you will boil the meats in a holy place, and Aaron and (Exodus 29:12–28) (Hebrews 13:11–12) (Exodus 29:14) (Hebrews 13:12)
Greek
θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ λήψῃ ἀπὸ τοῦ αἵματος τοῦ μόσχου, καὶ θήσεις ἐπὶ τῶν δύο κεράτων τοῦ θυσιαστηρίου τῷ δακτύλῳ σου. Τὸ δὲ λοιπὸν πᾶν αἷμα ἐκχεεῖς παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου, καὶ λήψῃ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος, καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν, καὶ ἐπιθήσεις ἐπὶ τὸ θυσιαστήριον. Τὰ δὲ κρέατα τοῦ μόσχου, καὶ τὸ δέρμα, καὶ τὴν κόπρον κατακαύσεις πυρὶ ἔξω τῆς παρεμβολῆς· ἁμαρτίας γάρ ἐστι. Καὶ τὸν κριὸν λήψῃ τὸν ἕνα, καὶ ἐπιθήσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ, καὶ σφάξεις αὐτὸν, καὶ λαβὼν τὸ αἷμα προχεεῖς πρὸς τὸ θυσιαστήριον κύκλῳ, καὶ τὸν κριὸν διχοτομήσεις κατὰ μέλη· καὶ πλυνεῖς τὰ ἐνδόσθια καὶ τοὺς πόδας ὕδατι, καὶ ἐπιθήσεις ἐπὶ τὰ διχοτομήματα σὺν τῇ κεφαλῇ, καὶ ἀνοίσεις ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον, ὁλοκαύτωμα τῷ Κυρίῳ εἰς ὀσμὴν εὐωδίας· θυμίαμα Κυρίῳ ἐστί. Καὶ λήψῃ τὸν κριὸν τὸν δεύτερον, καὶ ἐπιθήσει Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ, καὶ σφάξεις αὐτὸν, καὶ λήψῃ τοῦ αἵματος αὐτοῦ, καὶ ἐπιθήσεις ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς Ἀαρὼν τοῦ δεξιοῦ, καὶ ἐπὶ τὸ ἄκρον τῆς δεξιᾶς χειρὸς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ, καὶ ἐπὶ τοὺς λοβοὺς τῶν ὤτων τῶν υἱῶν αὐτοῦ τῶν δεξιῶν, καὶ ἐπὶ τὰ ἄκρα τῶν χειρῶν αὐτῶν τῶν δεξιῶν, καὶ ἐπὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν τῶν δεξιῶν. Καὶ λήψῃ ἀπὸ τοῦ αἵματος τοῦ θυσιαστηρίου, καὶ ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως, καὶ ῥανεῖς ἐπὶ Ἀαρὼν καὶ ἐπὶ τὴν στολὴν αὐτοῦ, καὶ ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ' αὐτοῦ, καὶ ἁγιασθήσεται αὐτὸς καὶ ἡ στολὴ αὐτοῦ, καὶ οἱ υἱοὶ αὐτοῦ καὶ αἱ στολαὶ τῶν υἱῶν αὐτοῦ. Τὸ δὲ αἷμα τοῦ κριοῦ προχεεῖς πρὸς τὸ θυσιαστήριον κύκλῳ, καὶ λήψῃ ἀπὸ τοῦ κριοῦ τὸ στέαρ αὐτοῦ, καὶ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν, καὶ τὸν λοβὸν τοῦ ἥπατος, καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ὑπ' αὐτῶν, καὶ τὸν βραχίονα τὸν δεξιόν· ἔστι γὰρ τελείωσις αὕτη· καὶ ἄρτον ἕνα ἐξ ἐλαίου, καὶ λάγανον ἓν ἀπὸ τοῦ κανοῦ τῶν ἀζύμων τῶν προτεθειμένων ἔναντι Κυρίου. Καὶ ἐπιθήσεις τὰ πάντα ἐπὶ τὰς χεῖρας Ἀαρὼν, καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ. Καὶ ἀφοριεῖς αὐτὰ ἀφόρισμα ἔναντι Κυρίου, καὶ λήψῃ αὐτὰ ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀνοίσεις ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως εἰς ὀσμὴν εὐωδίας ἔναντι Κυρίου· κάρπωμά ἐστι Κυρίῳ. Καὶ λήψῃ τὸ στηθύνιον ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως, ὅ ἐστιν Ἀαρὼν, καὶ ἀφοριεῖς αὐτὸ ἀφόρισμα ἔναντι Κυρίου, καὶ ἔσται σοι ἐν μερίδι, καὶ ἁγιάσεις τὸ στηθύνιον ἀφόρισμα, καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος, ὃς ἀφώρισται, καὶ ὃς ἀφῄρηται ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως ἀπὸ τοῦ Ἀαρὼν καὶ ἀπὸ τῶν υἱῶν αὐτοῦ, καὶ ἔσται Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ νόμιμον αἰώνιον παρὰ τῶν υἱῶν Ἰσραήλ· ἔστι γὰρ ἀφόρισμα τοῦτο, καὶ ἀφαίρεμα ἔσται παρὰ τῶν υἱῶν Ἰσραὴλ ἀπὸ τῶν θυμάτων τῶν σωτηρίων τῶν υἱῶν Ἰσραὴλ, ἀφαίρεμα Κυρίῳ.» Καὶ μετ' ὀλίγα· «Καὶ τὸν κριὸν τῆς τελειώσεως λήψῃ, καὶ ἑψήσεις τὰ κρέα ἐν τόπῳ ἁγίῳ, καὶ ἔδονται Ἀαρὼν καὶ οἱ
About this text
Cyril continues the dialogue with Palladius. Book 11 of a seventeen-book dialogue — not the whole work.
English follows Migne PG 68 (Aubert reprint). The PDF and a cleaned text of the same print were checked against each other. This page is Book 11 of seventeen. This is a reading translation for study, not a new critical edition of the Greek.
Witnesses
- Copy-text Migne PG 68 De adoratione Book 11 (Aubert reprint) (Greek · Book 11)
- Checked print PDF of PG 68 De adoratione (Greek · Book 11)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.