Aaron dies on the mountain and Eleazar takes up the priesthood
Cyril: …‘Go up on a high mountain, you who bring good news to Zion.’ (Isaiah 40:9)
Palladius: Anyone can see that this is so. But tell me how the type of this was also foreshadowed for us in the sacred words.
Cyril: Indeed, my friend, you can see the matter quite effortlessly, written out as it were in still coarser types. For God spoke thus to the most holy Moses in Numbers: ‘Take Aaron and Eleazar his son, and bring them up to Mount Hor before the whole congregation; and strip Aaron of his robe, and put it on Eleazar his son; and let Aaron be gathered, and die there. And Moses did as the Lord commanded him, and he brought them up to Mount Hor before the whole congregation; and he stripped Aaron of his garments and put them on Eleazar his son, and Aaron died on the top of the mountain.’ (Numbers 20:25–28) Do you understand, then, how they are brought up: Aaron to die and come to his end, and the one born of him, that is, Eleazar, to take up the priesthood? The mountain would signify what is visible from every side and set on high, what stands out in glory. So let it be said from now on to everyone who is brought to priestly service: ‘A city set on a mountain cannot be hidden.’ (Matthew 5:14)
Greek
ὁ θεσπέσιος Ἡσαΐας· «Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών.»
{ΠΑΛΛ.} Ἀλλ' ὧδε μὲν ὅτι ταῦτα ἔχει, παντί τῳ σαφές. Φράζε δ' ὅπως ὁ ἐπὶ τῷδε τύπος, καὶ διὰ τῶν ἱερῶν ἡμῖν ἐσκιαγραφεῖτο λόγων.
{ΚΥΡ.} Καὶ μὴν, ὦ ἑταῖρε, πάρα σοι καὶ λίαν ἀμογητὶ καθορᾷν ὡς ἐν παχυτέροις ἔτι τύποις, τὸ χρῆμα γραφόμενον· ἔφη γὰρ ὧδε Θεὸς ἐν τοῖς Ἀριθμοῖς, πρὸς Μωσέα τὸν ἱερώτατον· «Λάβε τὸν Ἀαρὼν καὶ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ ἀναβίβασον αὐτοὺς εἰς Ὣρ τὸ ὄρος ἔναντι πάσης τῆς συναγωγῆς· καὶ ἔκδυσον Ἀαρὼν τὴν στολὴν αὐτοῦ, καὶ ἔνδυσον Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ Ἀαρὼν προστεθεὶς, ἀποθανέτω ἐκεῖ. Καὶ ἐποίησε Μωσῆς καθὰ συνέταξε Κύριος αὐτῷ, καὶ ἀνεβίβασεν αὐτοὺς εἰς Ὢρ τὸ ὄρος ἐναντίον πάσης τῆς συναγωγῆς, καὶ ἐξέδυσε τὸν Ἀαρὼν τὰ ἱμάτια αὐτοῦ, καὶ ἐνέδυσεν αὐτὰ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ ἀπέθανεν Ἀαρὼν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους.» Συνίης οὖν ὅπως ἀναβιβάζεται τεθνηξόμενος μὲν καὶ καταλήξων Ἀαρὼν, ἀνθεξόμενος δὲ τῆς ἱερωσύνης ὁ ἐξ αὐτοῦ, τοῦτ' ἔστιν, ὁ Ἐλεάζαρ; Κατασημήνειε δ' ἂν τὸ ὄρος τὸ περίοπτόν τε καὶ τὸ ὑψοῦ, καὶ τὸ ἐν δόξῃ περιφανές. Λελέχθω δὴ οὖν παντί τῳ λοιπὸν πρὸς ἱερουργίαν ἠγμένῳ· «Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.»