First/eighth rest; paradise branches; Christ torrent; Spirit drink
Cyril: Rest on the first day and on the eighth: beginning and new beginning, this age’s edge and the eighth-day world. (Lev 23:35-36; Jn 20:26)
Branches of paradise beauty, and Christ the winter-torrent filling the thirsty; the Spirit given as drink. (Jn 7:37-39; Ps 46:4; Isa 44:3)
Palladius: So Tabernacles already tastes the river of God.
Greek
τισμὸν, ἤτοι τοῦ νομικοῦ χρόνου τὸ πλήρωμα, καὶ τὸν δυσαχθῆ καὶ βέβηλον τῆς ἁμαρτίας ζυγὸν τῆς ἑαυτῶν ψυχῆς ἀπελάσαντες, μοχθηρίας ἁπάσης ἀποπεπαύμεθα, καλοῦντος ἡμᾶς διὰ πίστεως εἰς τοῦτο τοῦ Χριστοῦ, καὶ λέγοντος· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Οὐκοῦν ἀνάπαυσις μὲν, ἡ πρώτη τῆς ἑβδομάδος ἡμέρα, τὸν ἐν ἀρχαῖς τοῦ ἀνθρώπου καιρὸν ὑποφαίνουσα. Ἀνάπαυσις δὲ ὁμοίως καὶ ἡ ὀγδόη καθ' ἣν ἀνεβίω Χριστὸς, προσηλώσας τῷ ἰδίῳ σταυρῷ τὸ καθ' ἡμῶν χειρόγραφον, καὶ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα ἡμᾶς θανάτου καὶ ἁμαρτιῶν ἐξελὼν, ποινῆς ἀπαλλάξῃ καὶ πόνων, καὶ τὴν ἐν ἀρχαῖς ἀνάπαυσιν δι' αὐτοῦ κερδάνωμεν. Τῇ ἡμέρᾳ τῇ πρώτῃ, φησὶ, λήψονται καρπὸν ξύλου ὡραῖον, καὶ κάλλυντρα φοινίκων, καὶ τοὺς ἑτέρους τῶν κλάδων, δι' οὗ παρέσται νοεῖν διακεκραγότος οἱονεὶ τοῦ πράγματος, ὅτι πάλιν ἡμῖν ἐν Χριστῷ τὰς ἐν παραδείσῳ τρυφὰς ἀπονέμει Θεὸς, καίτοι μεταξὺ διωλισθηκόσι διὰ τὴν ἐν ἀρχαῖς παράβασιν. Ἐξεώσμεθα μὲν γὰρ ἐν Ἀδὰμ, ἀλλ' εἰσκεκομίσμεθα διὰ Χριστοῦ. Διεπύθου γάρ που λέγοντος τῷ συγκρεμαμένῳ λῃστῇ· «Ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Δεδυσώπηκε γὰρ ὁ Χριστὸς τὴν στρεφομένην ῥομφαίαν, καὶ ἀνεῖται λοιπὸν τοῖς πεπιστευκόσιν ἡ εἰσδρομὴ, πάντα εἰς τὸ ἐν ἀρχαῖς ἀναμορφοῦντος αὐτοῦ, καὶ ἀνασκευάζοντος εἰς τὸ ὅπερ ἦν πάλαι. Ἐκ φυτῶν δὲ τῶν ἀειθαλῶν οἱ κλάδοι, τὸ διηνεκὲς τῆς χάριτος, καὶ τὸ οἱονεί πως ἀμάραντον τῆς ἐλπίδος ἐφ' ἑαυτοῖς σημαίνοντες. «Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ,» κατὰ τὸ γεγραμμένον. Καὶ ἀκατάληκτος ἀληθῶς τῶν ἁγίων ἡ τέρψις. Ἐπιβοήσεται δὲ καὶ ὁ σοφὸς Ἡσαΐας, λέγων· «Εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν, αἴνεσις καὶ εὐφροσύνη αἰώνιος καταλήψεται αὐτούς· ἀπέδρα λύπη, ὀδύνη, καὶ στεναγμός.» Παραπεφώνηται δέ πως τοῖς περὶ τῆς ἑορτῆς θεσπίσμασι, τὸ ἐκ χειμάῤῥου εὐφρανθῆναι δεῖν. Ἔφη γὰρ κατὰ τὴν ἐσχάτην τῆς ἑβδομάδος ἡμέραν, ἤτοι κατὰ τὴν ὀγδόην, ἀρύσασθαι μὲν ἐκ χειμάῤῥου τὸ ὕδωρ, εὐφρανθῆναι δὲ οὕτως τοὺς πεπιστευκότας, καὶ χείμαῤῥος δὲ νοητὸς καὶ οὐράνιος ὁ Χριστὸς, τοῖς ἄνωθεν νάμασι τὰς τῶν σεβομένων αὐτὸν κατάρδων ψυχάς. Τοιγάρτοι καὶ ἔφασκε διὰ φωνῆς προφητῶν, «Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ' αὐτοὺς, ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων, δόξαν ἐθνῶν.» Ἀνακεκράγει δέ που καὶ ὁ θεσπέσιος ἡμῖν Δαβὶδ, πρὸς τὸν τῶν ὅλων Θεὸν καὶ Πατέρα· «Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεὸς, οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σοῦ ἐλπιοῦσιν. Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τρυφῆς σου ποτιεῖς αὐτούς.» Πρέποι γὰρ ἂν καὶ μάλα εἰκότως τοὺς τοῦ παραδείσου πολίτας, τὸ χρῆναι πλουσίως μεταλαχεῖν τοῦ Χριστοῦ, καὶ ἀμφιλαφέσι τοῦ Πνεύματος κατευφραίνεσθαι χορηγίαις.
{ΠΑΛΛ.} Πρέποι γὰρ ἂν, καὶ ὀρθῶς γε φής.
{ΚΥΡ.} Ἄθρει δὲ ὅπως ἐν τοῖς Ἱεροσολύμοις ἐπετελεῖτο μόνοις ἡ ἑορτὴ, καὶ ἦν πᾶσά πως ἀνάγκη
About this text
Cyril continues the dialogue with Palladius. Book 17 of a seventeen-book dialogue — the final book of the series.
English follows Migne PG 68 (Aubert reprint). The PDF and a cleaned text of the same print were checked against each other. This page is Book 17 of seventeen. This is a reading translation for study, not a new critical edition of the Greek.
Witnesses
- Copy-text Migne PG 68 De adoratione Book 17 (Aubert reprint) (Greek · Book 17)
- Checked print PDF of PG 68 De adoratione (Greek · Book 17)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.