On Adoration and Worship in Spirit and Truth, Book 17 · §26

Heavenly Jerusalem; Zech 14 Tabernacles judgment; perpetual sacrifice opens

Cyril: The feast points to the heavenly Jerusalem, where God tabernacles with humanity. (Rev 21:2-3; Heb 12:22)

Zechariah saw the nations going up year by year to worship the King and keep Tent-pitching — and judgment on those who refuse. (Zech 14:16-19)

And the continual sacrifice never ceases in the Church’s praise — morning and evening, an unending fragrance. (Ex 29:38-42; Heb 13:15)

Greek

τοὺς ἀπὸ πάσης τῆς Ἰουδαίας ἐν αὐτῇ συναγείρεσθαι. Γένοιτο δ' ἂν καὶ τοῦτο σημεῖον, τοῦ δεῖν ἅπαντας τοὺς οἵπερ ἂν εἶεν τὸν εὐκλεᾶ καὶ εὐδόκιμον διαζήσαντες βίον, εἰς τὴν ἄνω συλλέγεσθαι πόλιν, τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἐκεῖ καὶ συνεσομένους καὶ συνεορτάσοντας τῷ Χριστῷ· τοῖς δὲ ἀπίστοις ἔτι, καὶ τὴν τῆς ἀναστάσεως χάριν οὐ προσιεμένοις, ἠθετηκόσι δὲ μᾶλλον τὸ οὕτω σεπτὸν καὶ βαθὺ μυστήριον, ὄλεθρος μὲν ἡ δίκη, τότε ἐν παντὶ γενέσθαι κακῷ πάντη τε καὶ πάντως, ἀποκείσεται. Κατοιχήσονται γὰρ εἰς κόλασιν. Καὶ μάρτυς ἂν γένοιτο τοῦ τοιοῦδε πιστὸς ὁ προφήτης Ζαχαρίας, λέγων· «Καὶ ἔσται ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ἱερουσαλὴμ τοῦ προσκυνῆσαι τῷ Βασιλεῖ Κυρίῳ παντοκράτορι καὶ οὗτοι ἐκείνοις προστεθήσονται. Ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ, μηδὲ ἐξέλθῃ ἐκεῖ, καὶ ἐπὶ τούτοις ἔσται ἡ πτῶσις, ἣν ἂν πατάξῃ Κύριος πάντα τὰ ἔθνη, ὃς ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς Σκηνοπηγίας.» Σκηνοπηγίας οὖν ἄρα τριπόθητον ἑορτὴν καταλογιούμεθά που, τὴν τῶν σωμάτων ἁπάντων ἀνάστασιν, ἀπαρχὴν ἐχόντων Χριστόν· πρωτότοκος γὰρ ἐκ νεκρῶν κεχρημάτικε, καὶ ἔστιν ἀληθῶς.

{ΠΑΛΛ.} Ὀρθότατα διανοῇ.

{ΚΥΡ.} Πλὴν ἐκεῖνο ἴσθι τοι.

{ΠΑΛΛ.} Τὸ ποῖον τί φής;

{ΚΥΡ.} Ἐν μὲν γὰρ τοῖς ἀρτίως ἡμῖν παρενηνεγμένοις τοῦ νόμου λογίοις, ὠνόμασται μὲν ἐνδελεχισμοῦ θυσία, καὶ μέν τοι καὶ νουμηνία, καὶ τὰ ἐν Σαββάτοις ἱερὰ καὶ μὲν καὶ ἡ νηστεία, καὶ προσέτι τῆς Σκηνοπηγίας ἡ πολύευκτος ἑορτή. Προσετίθει δὲ πανταχῆ καὶ ἐφ' ἑκάστῳ τῶν εἰρημένων ὁ νόμος, τὸ «Προσοίσετε ὁλοκαυτώματα τῷ Κυρίῳ.» Καὶ τίνες δ' ἂν γένοιντο πρὸς ἡμῶν τῶν θυσιῶν οἱ τρόποι, οἵ τε τῇ νεομηνίᾳ πρέποντες, καὶ μὴν καὶ Σαββάτοις νηστεία δὲ αὖ καὶ οἱ κατ' αὐτὴν ἐσόμενοι τὴν Σκηνοπηγίαν ἢ ὅ τί ποτέ ἐστι τὸ εἰς θυσίαν ἐνδελεχὲς, σεσίγηκε μὲν ὁ νομοθετῶν ἐν τῷ Λευιτικῷ, κατευρύνει δὲ ὥσπερ τὸν ἐπὶ τοῖσδε λόγον, καὶ σὺν πολλῇ λίαν ἰσχνομυθίᾳ συντέθεικεν ἐν τοῖς Ἀριθμοῖς· βούλει λέγωμεν ἀνὰ μέρος ἕκαστα διαλαβόντες, ὡς ἔνι;

{ΠΑΛΛ.} Πάνυ μὲν οὖν.

{ΚΥΡ.} Γέγραπται τοίνυν ὡδί· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, λέγων· Τὰ δῶρά μου, δόματά μου, καρπωματά μου εἰς ὀσμὴν εὐωδίας διατηρήσετε προσφέρειν ἐμοὶ ἐν ταῖς ἑορταῖς μου. Καὶ ἐρεῖς πρὸς αὐτούς· Ταῦτα τὰ καρπώματα ὅσα προσάξετε Κυρίῳ, ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν εἰς ὁλοκαύτωσιν ἐνδελεχῶς. Τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωΐ, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν, καὶ ποιήσεις τὸ δέκατον τοῦ οἰφὶ σεμίδαλιν εἰς θυσίαν ἀναπεποιημένην ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ἴν. Ὁλοκαύτωμα ἐνδελεχισμοῦ, ἡ γενομένη θυσία ἐν τῷ ὄρει Σινᾶ εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Καὶ σπονδὴν αὐτῷ τὸ τέταρτον τοῦ ἲν τῷ ἀμνῷ τῶν ἑνὶ, ἐν τῷ ἁγίῳ [αλ. ἀγγείῳ] σπεί

About this text

Cyril continues the dialogue with Palladius. Book 17 of a seventeen-book dialogue — the final book of the series.

English follows Migne PG 68 (Aubert reprint). The PDF and a cleaned text of the same print were checked against each other. This page is Book 17 of seventeen. This is a reading translation for study, not a new critical edition of the Greek.

Witnesses

  • Copy-text Migne PG 68 De adoratione Book 17 (Aubert reprint) (Greek · Book 17)
  • Checked print PDF of PG 68 De adoratione (Greek · Book 17)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.