On Adoration and Worship in Spirit and Truth, Book 17 · §28

Sabbath add-on offerings; spiritual sabbath; new-moon = new age

Cyril: On the sabbath additional offerings are laid atop the continual ones — a double honor for the rest-day. (Num 28:9-10)

For us the true sabbath is release from sin’s works in Christ; the new moon signals the new age’s bright beginning. (Heb 4:9-10; Col 2:16-17; Isa 66:23)

Palladius: Shadows yield to the body of Christ.

Greek

σπονδήν. Ὁλοκαυτώματα Σαββάτων ἐν τοῖς Σαββάτοις, ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς, καὶ τὴν σπονδὴν αὐτῆς.» Οὐχ ἕτερος δὲ τῆς θυσίας ὁ τρόπος, παρὰ τὸν ἀρτίως ἡμῖν εἰρημένον. Εἰσὶ δὲ οὗτοι κατ' ἴχνος ὡς παραλλάττειν οὐδέν. Ἄθρει γε μὴν ἐκεῖνο, ὦ τᾶν· ἡ μὲν γὰρ τοῦ ἐνδελεχισμοῦ θυσία διηνεκῆ τὴν ἱερουργίαν ἔχει καὶ ἐν ἡμέρᾳ πάσῃ τελεῖται κατὰ τὸν νόμον. Ἡ δέ γε τῶν Σαββάτων, οὐ κατὰ πᾶσαν ἡμέραν, ἀλλ' ἐν αὐτοῖς τοῖς Σαββάτοις. Ἵνα τοίνυν μὴ ἀποχρώντως ἔχειν οἰόμενοι τὴν ἀνὰ πᾶσαν ἡμέραν τοῦ ἐνδελεχισμοῦ θυσίαν, ῥᾴθυμοί πως εἶεν περὶ τὸ προσάγειν τὰ ἐν Σαββάτοις, προστέθεικεν ἀναγκαίως· «Τοῦτό ἐστιν ὁλοκαύτωμα Σαββάτων ἐν τοῖς Σαββάτοις ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς, καὶ τὴν σπονδὴν αὐτῆς.»

{ΠΑΛΛ.} Ἄραρεν οὖν ὅτι πρὸς τῇ θυσίᾳ τοῦ ἐνδελεχισμοῦ, καὶ ἡ τῶν Σαββάτων ἱερουργεῖται κατὰ νόμον;

{ΚΥΡ.} Ἄραρεν· οὐ γὰρ ἐνδοιάσαι θέμις. Σαββατίζοντες γὰρ καὶ ἡμεῖς ἐν Χριστῷ, καὶ εἰς τὴν αὐτοῦ κατάπαυσιν εἰσελάσαντες, οἱονεί πως ἐν διπλῷ τὰ τῆς πνευματικῆς εὐωδίας ἀνοίσομεν τῷ Θεῷ, εἴπερ ἐστὶν ἀτρεκὲς, ὡς εὐῶδες μὲν ἦν τοῖς ἀρχαιοτέροις, τῆς ἐν νόμῳ δικαιοσύνης τὸ καύχημα. Πνευματικὸς γὰρ ὁ νόμος, καὶ «Ἡ ἐντολὴ ἁγία, καὶ δικαία καὶ ἀγαθὴ,» κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· ἐν ὑπεροχῇ γε μὴν ἡ ἐν Χριστῷ πολιτεία, καὶ ὁ ἐν πνεύματι σαββατισμὸς, τῆς ἐν νόμῳ δικαιοσύνης ἀμείνων εἰς εὐοσμίαν.

{ΠΑΛΛ.} Εὖ ἔφης.

{ΚΥΡ.} Προσεπάγει δὲ τούτοις· «Καὶ ἐν ταῖς νεομηνίαις προσάξετε ὁλοκαύτωμα τῷ Κυρίῳ, μόσχους ἐκ βοῶν δύο, καὶ κριὸν ἕνα· ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους· τρία δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ μόσχῳ τῷ ἑνὶ, καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ κριῷ τῷ ἑνί· δέκατον δέκατον σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ ἀμνῷ τῷ ἑνὶ, θυσίαν ὀσμὴν εὐωδίας κάρπωμα Κυρίῳ· ἡ σπονδὴ αὐτῶν τὸ ἥμισυ τοῦ ἲν ἔσται τῷ μόσχῳ τῷ ἑνὶ, καὶ τρίτον τοῦ ἳν' ἔσται τῷ κριῷ τῷ ἑνὶ, καὶ τὸ τέταρτον τοῦ ἲν ἔσται τῷ ἀμνῷ τῷ ἑνὶ οἴνου· τοῦτο τὸ ὁλοκαύτωμα μῆνα ἐκ μηνὸς εἰς τοὺς μῆνας τοῦ ἐνιαυτοῦ· καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας Κυρίῳ· ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς ποιηθήσεται καὶ ἡ σπονδὴ αὐτοῦ.» Διηνεκὴς θυσία καὶ ἀκατάληκτος, ὡς ἂν ἑκάστῳ μηνὶ, πρὸς τῇ καθ' ἡμέραν, ἥτις ἐστὶν ἐνδελεχισμοῦ, καὶ ἡ ἐν ταῖς νουμηνίαις. Λόγος δὲ οὐχ ἁπλοῦς ὁ ἐπ' αὐταῖς ἔσται πάλιν. Καθαρὸν γὰρ λίαν τὸ αἴνιγμα. Νουμηνία τοίνυν ἡ νοητὴ καὶ ἀληθεστέρα νοοῖτ' ἂν εἰκότως, αἰὼν ὁ νέος ἐν Χριστῷ, παρῳχηκότος τοῦ πρώτου τοῦ κατὰ νόμον. Εἴη δ' ἂν καὶ ἑτέρως εἰς τύπον ἡμῖν ἡ νουμηνία, καὶ τοῦ μετὰ τόνδε μέλλοντος αἰῶνος. καὶ ὅσον οὐδέπω παρεσομένου, πλὴν ἀρχὴν ἔχοντος τὴν ἀνάστασιν τοῦ Χριστοῦ, δι' ἧς εἰς καινότητα μετακεχωρήκαμεν, ὡς ἐν ἀῤῥαβῶνι τῆς χάριτος τὸ Πνεῦμα πλουτήσαντες, καὶ ἀσφαλῆ τὴν ἐλπίδα τῆς εἰς

About this text

Cyril continues the dialogue with Palladius. Book 17 of a seventeen-book dialogue — the final book of the series.

English follows Migne PG 68 (Aubert reprint). The PDF and a cleaned text of the same print were checked against each other. This page is Book 17 of seventeen. This is a reading translation for study, not a new critical edition of the Greek.

Witnesses

  • Copy-text Migne PG 68 De adoratione Book 17 (Aubert reprint) (Greek · Book 17)
  • Checked print PDF of PG 68 De adoratione (Greek · Book 17)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.