Die/live with Christ; two calves=peoples; goat=Christ; without me nothing
Cyril: At the new moon we die and live with Christ. (Rom 6:8; Num 28:11-15)
Two calves mark the two peoples; the goat is Christ for sin; without him we can do nothing. (Eph 2:14-16; 2 Cor 5:21; Jn 15:5)
Palladius: Graded offerings, one Lord.
Greek
ἀφθαρσίαν ζωῆς, ἐν μακαριότητι καὶ ἁγιασμῷ μεταστοιχειούμενοι πρὸς τὸ ἐν ἀρχαῖς, καὶ ἀνόπιν ὥσπερ ἰόντες, αἰῶνι τῷ μέλλοντι συμμορφούμενοι. Τίς οὖν ἡ πρέπουσα ταῖς νουμηνίαις θυσία, τοῦτ' ἔστι, τῇ ἐν Χριστῷ τε καὶ νοητῇ, καὶ μὴν καὶ ζωῇ τῇ κατ' αἰῶνα τὸν μέλλοντα; Τὸ ἀποθνήσκειν Θεῷ, καὶ ζῇν μὲν οὐκέτι ταῖς ἁμαρτίαις ἐνεχομένους, πολιτείας δὲ τῆς γεωδεστέρας ἀποφοιτῶντες εἰσάπαν, ἵνα Χριστῷ συζήσωμεν. Οὕτω καὶ ὁ θεσπέσιος Παῦλος τοῖς ἡγιασμένοις ἐν Πνεύματι, καὶ ἐν Χριστῷ δεδικαιωμένοις, καὶ τὰς τοῦ μέλλοντος αἰῶνος δυνάμεις ἐκπεπαιδευμένοις ἐπιστέλλει λέγων· «Εἰ ἀπεθάνετε ἐν Χριστῷ, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζετε;» Καὶ πάλιν· «Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Ὅρα τοίνυν ὡς ἐν διαφόρῳ ποσότητι πνευματικῆς εὐεξίας ἀποθνήσκοντας ἱερῶς τῷ Θεῷ τοὺς εὐδοκιμεῖν εἰωθότας, καὶ τὰ τῆς ἐπιεικείας εὐθὺς ἀποκερδαίνοντας γέρα. Μόσχοι γὰρ δὴ καταθύονται δύο, καὶ εἷς ἐπ' αὐτοῖς κριὸς, καὶ ἑπτὰ ἀμνοὶ, μῶμον οὐκ ἔχοντες. Καὶ διὰ τούτων ἡμῖν ἁπάντων ἡ τῶν ἁγίων πληθὺς καταγράφεται, ὡς ἐν ἀρετῇ μὲν τῇ ὑπερτάτῃ διαπρέπουσα, διά γε τῶν μόσχων, ἐνυφιζάνουσα δὲ ὥσπερ καὶ ἐν δευτέροις, ὡς ἐν τῷ κριῷ, ἐν δέ γε τῇ μείονι καὶ χθαμαλωτέρᾳ πάλιν ἐν τοῖς ἀμνοῖς. Δύο γε μὴν οἱ μόσχοι· δύο γὰρ οἱ λαοί· καὶ εἷς διὰ μέσου κριὸς, διὰ τὴν εἰς ἑνότητα τοῖν δυοῖν ἕνωσιν ἐν Χριστῷ. Ἑπτὸ δὲ πάλιν ἀμνοί· ἐν πληρώματι γὰρ τῷ τελειοτάτῳ τῶν ἁγίων ὁ δῆμος. Δύο δὲ ὄντες, καὶ εἷς καθ' ἕνωσιν τὴν πνευματικὴν, πληθὺς ἡ τελειοτάτη νοοῖτ' ἂν εἰκότως. Πλατεῖα γὰρ σφόδρα, καὶ ἐν ἁπλότητι τῇ ἐν Χριστῷ, καὶ ἐν νηπιότητι τῇ κατ' αὐτὸν ἡ τῶν πιστευόντων ἀγέλη. Ἄθρει δὲ ὅπως τρία μὲν δέκατα σεμιδάλεως τῷ μόσχῳ τῷ ἑνὶ, τὸ ἀφόρισμα, Καὶ ἐν ἡμίσει τοῦ ἲν, τοῦτ' ἔστι, ξέστων ἓξ, ἔλαιόν τε καὶ οἶνος. Τῷ δέ γε κριῷ, δύο μὲν δέκατα σεμιδάλεως, ἐν δὲ τρίτῳ τοῦ ἲν, τὰ ἐπιχεόμενα. Ἑκάστῳ γε μὴν τῶν ἀμνῶν, ἓν μὲν δέκατον σεμιδάλεως ἡ θυσία, καὶ ἐν τετάρτῳ τοῦ ἲν ἡ σπονδὴ, τοῦτ' ἔστιν, ἔλαιόν τε καὶ οἶνος. Ἰσοστάθμως γὰρ τοῖς ἑκάστου πόνοις, καὶ μὴν καὶ δυνάμεσι ταῖς κατ' ἀρετὴν, τὸ τῆς ζωῆς μέτρον τῆς ὡς ἐν εὐκλείᾳ καὶ μακαριότητί φημι, καὶ μὴν καὶ ἑνότητι παρὰ Θεοῦ, καὶ πνευματικῆς εὐφρασίας, ἀπονεμηθήσεται παρὰ τοῦ τὰ δίκαια κρίνοντος· ἢ γὰρ οὐχὶ ζωῆς μὲν τύπον, ἀποπληροῦν τὴν σεμίδαλιν πλειστάκις εἰρήκαμεν, πιότητος δὲ τὸ ἔλαιον, εὐφρασίας δὲ τῆς νοητῆς, τὸν οἶνον;
{ΠΑΛΛ.} Καὶ μάλα.
{ΚΥΡ.} Χίμαρος δὲ πάλιν προσεπάγεται ταῖς θυσίαις, ὑπὲρ ἁμαρτιῶν σφαζόμενος, εἰς τύπον Χριστοῦ. Δεκτὴ γὰρ ἡμῶν ἡ θυσία καὶ ἁνδάνουσα τῷ Θεῷ, διὰ τὸ πάθος τοῦ Χριστοῦ τὸ σωτήριον. Καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅπερ αὐτὸς εἴρηκεν ὁ Σωτὴρ τοῖς ἁγίοις ἀποστόλοις· «Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.» Οὐκοῦν ἀναγκαίως ταῖς ἡμῶν εὐωδίαις, ἡ Χριστοῦ προσεπάγεται, ἑαυτὴν τρόπον τινὰ συνανακιρνῶσα ταῖς παρ' ἡμῶν, καὶ συναναίρουσα τῷ Πα
About this text
Cyril continues the dialogue with Palladius. Book 17 of a seventeen-book dialogue — the final book of the series.
English follows Migne PG 68 (Aubert reprint). The PDF and a cleaned text of the same print were checked against each other. This page is Book 17 of seventeen. This is a reading translation for study, not a new critical edition of the Greek.
Witnesses
- Copy-text Migne PG 68 De adoratione Book 17 (Aubert reprint) (Greek · Book 17)
- Checked print PDF of PG 68 De adoratione (Greek · Book 17)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.