Two pedagogic eras; calves/rams/lambs = virtue grades; Luke 1 righteous
Cyril: Two eras of pedagogy: under law and under gospel. Calves, rams, and lambs sketch grades of righteousness — beginners, advancing, perfect — as Luke names them righteous before God, walking in all the commandments. (Gal 3:24-25; Lk 1:6; Num 29)
Palladius: So the offerings were a school.
Cyril: A school whose master is Christ.
Greek
καθ' ἡμέραν ἑνὸς ὑποκλεπτομένου. Κριοὶ δὲ δὴ πάλιν δύο καὶ ἀμνοὶ δεκατέσσαρες, χιμάρου τοῖς θύμασιν ἐπενηνεγμένου.
{ΚΥΡ.} Δυσκάτοπτος μὲν, ὦ Παλλάδιε, τῶν τεθεσπισμένων ὁ νοῦς, καὶ ἀμυδρὸν τῇ φύσει τὸ χρῆμά ἐστι. Πειράσομαι δὲ ὡς ἔνι, τό γε εἰς νοῦν ἧκον εἰπεῖν. Μεθαρμόσεις δὲ ὅ τι πρὸς τὸ ἄμεινον αὐτὸς, εἰ μὴ κατ' εὐθὺ διᾴττοιμι τοῦ σκοποῦ.
{ΠΑΛΛ.} Διακείσομαι.
{ΚΥΡ.} Ἔοικε τοίνυν τὸ θεῖον ἡμῖν χρησμῴδημα τήν τε τῶν ἐξ Ἰσραὴλ ἐν νόμῳ παιδαγωγίαν, καὶ τῶν διὰ πίστεως εἰσκεκομισμένων εἰς ἁγιασμὸν ἀνατυποῦν τὴν κλῆσιν. Δηλοῖ δὲ, οἶμαί που, τῆς θυσίας τὸ αἴνιγμα, ὅτι δύο μὲν ἤστην καιροὶ καθ' οὓς ἂν νοοῖντο πεπαιδαγωγῆσθαι πρὸς θεογνωσίαν καὶ εἰς νομικὴν πολιτείαν, αἱ τῶν Ἰουδαίων ἀγέλαι. Τίνες δ' ἂν εἶεν οἱ τοιοίδε καιροὶ, ἢ ἐκεῖνοί που πάντως καθ' ὃν ἦν ἔτι που Μωσῆς, Ἰησοῦς τε καὶ κριταὶ, καὶ καθ' ὃν οἱ προφῆται μέχρις Ἰωάννου τοῦ Βαπτιστοῦ, τοῦ καὶ περισσότερον ἔχοντος κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, ἀποστολῆς δηλονότι καὶ λειτουργίας προφητικῆς. Ἀλλ' ἐν καιροῖς τοῖς δυσὶν ὑπεμφαίνει τὸ Γράμμα τὸ ἱερὸν γεγενῆσθαί τινας βίου μὲν τρίβον ἰόντας τὴν ἐπαινουμένην ἐν νόμῳ, πλὴν οὐκ ἐν ἴσῳ μέτρῳ, καὶ εἰσάπαν ἐμφερεστάτην, δυνάμει τε καὶ εὐεξίᾳ πνευματικῇ. Οἱ μὲν γὰρ ἦσαν τῆς ἀνωτάτω τυχὸν, ἧς ἂν τύπος ὁ μόσχος. Ἕτεροι δὲ αὖ, τῆς ὡς ἐν μεσότητι νοουμένης. Σημεῖον δ' ἂν γένοιτό που καὶ τοῦδε, κριός. Καὶ τρίτοι πρὸς τούτοις, τῆς ἐπὶ βραχὺ μειονεκτουμένης καὶ ἐνυφιζάνοντι μέτρῳ, καθάπερ ἀμέλει παρέσται νοεῖν ὡς ἐν μεγέθει σωματικῷ τοῖς ἀμνοῖς. Ἢ γὰρ, οὐχὶ μείων μὲν μόσχου κριὸς, ὑποκάθηται δὲ τοῦ κριοῦ μέγεθος, ὁ ἀμνός;
{ΠΑΛΛ.} Φημὶ, πῶς γὰρ οὔ;
{ΚΥΡ.} Οὐκοῦν τῆς ἑκάστου ποσότητος, δῆλον δὲ ὅτι τῆς ἐν ἐπιεικείᾳ, τύπος ἂν εἴη καὶ μάλα σαφὴς, τὰ ὠνομασμένα τῶν ζώων. Ἐπειδὴ δὲ τὸ προὖχον ἀεὶ καὶ ἀπόλεκτον, μεῖόν πως ἐν ἀριθμῷ, τοῦ δευτέρου δὲ καὶ τρίτου, σπάνιον γὰρ, ταύτῃτοι τρισκαίδεκα μόσχοι, δέκα δὲ οἱ κριοὶ, καὶ δεκατέσσαρες οἱ ἀμνοί. Ἐπειδὴ δὲ δύο τοὺς κριοὺς εἶναί φαμεν, ἐν διπλῷ τῶν θυμάτων ὁ ἀριθμός. Ἀντὶ γὰρ ἀμνῶν ἑπτὰ, δεκατέσσαρες οἱ μόσχοι, δύο γε μὴν, οἱ κριοί· ἢ οὐκ εἰκὸς σεπτούς τε καὶ ἱεροὺς γενέσθαι πολλοὺς, καὶ κατά γε τὴν ἐν νόμῳ δικαιοσύνην αὐχοῦντας τὸ ἄμεμπτον; καθάπερ ἀμέλει περί τε Ζαχαρίου καὶ τῆς Ἐλιζάβετ ὁ θεῖος ἡμῖν γέγραφεν εὐαγγελιστὴς, ὅτι «Ἦσαν δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου, ἄμεμπτοι.»
{ΠΑΛΛ.} Φημί· καὶ γάρ που Θεὸς τὴν τῶν Ἰουδαίων μητέρα κατῃτιᾶτο λέγων· «Πῶς ἐγένου πόρνη, πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ;»
{ΚΥΡ.} Ἦν οὖν ἄρα δικαιοσύνη κατὰ νόμον, καθ' ἢν καὶ εἰκὸς γενέσθαι δοκιμωτάτους ἐν ὑπακοῇ Θεοῦ,
About this text
Cyril continues the dialogue with Palladius. Book 17 of a seventeen-book dialogue — the final book of the series.
English follows Migne PG 68 (Aubert reprint). The PDF and a cleaned text of the same print were checked against each other. This page is Book 17 of seventeen. This is a reading translation for study, not a new critical edition of the Greek.
Witnesses
- Copy-text Migne PG 68 De adoratione Book 17 (Aubert reprint) (Greek · Book 17)
- Checked print PDF of PG 68 De adoratione (Greek · Book 17)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.