Law until Sabbath/Christ; eighth-day exit = new people; sabbath in Christ
Cyril: The law tutors until the sabbath — that is, until Christ, our rest. (Gal 3:24; Mt 11:28-29)
The eighth-day exit after Tabernacles signals the new people leaving the old camp into the world’s bright octave. (Lev 23:36; Heb 13:13-14)
Our sabbathing is in Christ; our city is the one to come.
Greek
καὶ οὐχὶ δὴ πάντως τελειοῦντος εἰς ἁγιασμὸν τοῦ νόμου.
{ΠΑΛΛ.} Εὖ ἔφης.
{ΚΥΡ.} Οὐκοῦν τὴν τοῦ Ἰσραὴλ κλῆσιν ὑποσημαίνοντες, ὡς ἐν ὑπερτάτοις τε καὶ μέσοις, καὶ τοῖς ἔτι μείοσι, μόσχοι τε καὶ κριοὶ, καὶ μὴν καὶ ἀμνοὶ κατεθύοντο τῷ Θεῷ, καὶ ἐν ἐλάττοσιν ἀεὶ τῶν μόσχων ὁ ἀριθμὸς, ὡς ἐκλειπόντων ἀεὶ τῶν ἐξειλεγμένων καὶ τῶν ἐν ὑπεροχαῖς, καὶ δοκιμωτάτων, τὴν σπάνιν νοσοῦντος ἀεὶ τοῦ καιροῦ, καὶ μέχρι τῆς ἑβδόμης, τοῦτ' ἔστι, τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, καθ' ὂν ὁ σαββατισμὸς ἐν πνεύματι, καὶ κατάληξις ἔργων τῶν εἰς ἁμαρτίαν ἀνέφυ λοιπόν. Δεδικαιώμεθα γὰρ ἐν Χριστῷ, καταῤῥέοντος ἤδη πρὸς τέλος τοῦ παρόντος αἰῶνος. Σημεῖον δ' ἂν γένοιτο καὶ τοῦδε πάλιν, τῆς ὅλης ἡμῖν ἑβδομάδος ὡς ἐν ἐσχάτοις τὸ Σάββατον κείμενον. Ταύτῃτοι σοφῶς ἵστησι μὲν ὁ νόμος φησὶ μέχρι τοῦ Σαββάτου τῶν ἀρχαίων θυμάτων τὴν προσκομιδὴν, τοῦτ' ἔστι, τὴν ἐν νόμῳ κλῆσιν, καὶ τὴν κατ' αὐτὸν ἱερουργίαν, ἀντεισφέρει δὲ ὥσπερ τὴν ἐν Χριστῷ λέγων· «Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξόδιον ἔσται ὑμῖν. Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ, καὶ προσάξετε ὁλοκαύτωμα κάρπωμα εἰς ὀσμὴν εὐωδίας τῷ Κυρίῳ μόσχον ἕνα, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους. Αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τῷ μόσχῳ καὶ τῷ κριῷ καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύγκρισιν αὐτῶν, καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός. Αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν· ταῦτα ποιήσετε Κυρίῳ ἐν ταῖς ἑορταῖς ὑμῶν, πλὴν τῶν εὐχῶν ὑμῶν, καὶ τὰ ἑκούσια ὑμῶν, καὶ τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰς θυσίας ὑμῶν, καὶ τὰς σπονδὰς ὑμῶν, καὶ τὰ σωτήρια ὑμῶν.» Ἀκούεις τοῦ νόμου λέγοντος ἐναργῶς· «Ἐξόδιόν ἐστιν;» Ἐκβέβηκε γὰρ ἡ ὡς ἐν σκιαῖς λατρεία, καὶ ἡ ἐν τύπῳ παίδευσις, κατὰ τὴν ὀγδόην, καθ' ἢν ἀνεβίω Χριστὸς, καὶ τῆς ἐν πνεύματι περιτομῆς εἰσπέπαικεν ὁ καιρός. Ἐξεκλείσθη μὲν γὰρ ἡ ἀρχαία τῶν κεκλημένων πληθὺς, ἔγκλημα νοσοῦσα τὴν ἀπιστίαν, ἀντανέφυ δὲ ὥσπερ λαὸς ὁ νέος, καὶ διαπρέπων μὲν ἰσχύϊ πνευματικῇ, τοῦτο γὰρ ὁ μόσχος, εὐδοκιμῶν δὲ τελείως, ὡς ἐν ἡλικίας πληρώματι, τοῦτο γὰρ ὁ κριὸς, τῆς δὲ ἐν Χριστῷ νηπιότητος καὶ ἀκακίας τὸ ἐξαίρετον κάλλος, τοῦτο γὰρ ὁ ἀμνὸς, εἰ καὶ ἐν πληθύϊ νοοῖτο τῇ τελειοτάτῃ. Τὸ γὰρ εἶναι λέγειν ἑπτὰ τοὺς ἀμνοὺς, τοῦτό που πάντως ὑποδηλοῖ. Ἕπεται γὰρ καὶ ὁ χίμαρος. Ἐν Χριστῷ γὰρ εὐδοκιμεῖ διὰ πίστεως, εἰς ὀσμὴν εὐωδίας ἀναβαίνων τῷ Θεῷ, καθὰ πολλάκις εἰρήκαμεν.
{ΠΑΛΛ.} Ὧδε ἔχει.
{ΚΥΡ.} Ὅτι δὲ σαββατιοῦμεν ἐν Χριστῷ, καταλύοντες εἰς ἀνάπαυσιν, διά γε τοῦ δεῖν σπουδασμάτων ἡμᾶς καταλῆξαι κοσμικῶν καὶ γεωδεστέρας φροντίδος οὐκ ἀνεχομένους ἔτι, κατατρυφῶντας δὲ μᾶλλον τοῦ Κυρίου, καθὰ γέγραπται, καὶ κλῆρον ἔχοντας παρ' αὐτῷ τὸν ἐξαίρετον, σαφηνιεῖ λέγων ἐν
About this text
Cyril continues the dialogue with Palladius. Book 17 of a seventeen-book dialogue — the final book of the series.
English follows Migne PG 68 (Aubert reprint). The PDF and a cleaned text of the same print were checked against each other. This page is Book 17 of seventeen. This is a reading translation for study, not a new critical edition of the Greek.
Witnesses
- Copy-text Migne PG 68 De adoratione Book 17 (Aubert reprint) (Greek · Book 17)
- Checked print PDF of PG 68 De adoratione (Greek · Book 17)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.