On Adoration and Worship in Spirit and Truth, Book 17 · §33

Land sabbath + jubilee release; final trumpet inheritance; Matt 25 doxology CLOSEOUT

Cyril: The land itself keeps sabbath, and the jubilee releases debts and restores inheritance when the trumpet sounds. (Lev 25:8-13; Lev 25:23-28)

So at the last trumpet the meek inherit the earth, and the King says: ‘Come, you blessed of my Father, inherit the kingdom prepared for you from the foundation of the world.’ (1 Cor 15:52; Mt 5:5; Mt 25:34)

Palladius: Amen — to the feast that has no end.

Cyril: Glory to Father, Son, and Holy Spirit, unto the ages. Amen.

Greek

τῷ Λευϊτικῷ πρὸς τὸν ἱεροφάντην Μωσέα· «Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἐὰν εἰσέλθητε εἰς τὴν γῆν, ἢν ἐγὼ δίδωμι ὑμῖν, καὶ ἀναπαύσητε τὴν γῆν, ἢν ἐγὼ δίδωμι ὑμῖν, Σάββατα τῷ Κυρίῳ· ἓξ ἔτη σπερεῖς τὸν ἀγρόν σου, καὶ ἓξ ἔτη τεμεῖς τὴν ἄμπελόν σου, καὶ συνάξεις τὸν καρπὸν αὐτῆς, τῷ δὲ ἔτει τῷ ἑβδόμῳ Σάββατα. Ἀνάπαυσις ἔσται τῇ γῇ ὑμῶν, Σάββατα τῷ Κυρίῳ. Τὸν ἀγρόν σου οὐ σπερεῖς, καὶ τὴν ἄμπελόν σου οὐ τεμεῖς, καὶ τὰ αὐτόματα ἀναβαίνοντα τοῦ ἀγροῦ σου οὐκ ἐκθερίσεις, καὶ τὴν σταφυλὴν τοῦ ἁγιάσματός σου οὐκ ἐκτρυγήσεις, ἐνιαυτὸς ἀναπαύσεως ἔσται τῇ γῇ, καὶ ἔσται τὰ Σάββατα τῆς γῆς βρώματά σοι, καὶ τῷ παιδί σου, καὶ τῇ παιδίσκῃ σου, καὶ τῷ μισθωτῷ σου, καὶ τῷ παροίκῳ τῷ προσκειμένῳ πρὸς σέ· καὶ τοῖς κτήνεσί σου, καὶ τοῖς θηρίοις τοῖς ἐν τῇ γῇ σου ἔσται πᾶν τὸ γέννημα αὐτοῦ εἰς βρῶσιν. Καὶ ἐξαριθμήσεις σεαυτῷ ἑπτὰ ἀναπαύσεις ἐτῶν, ἑπτὰ ἔτη ἑπτάκις· καὶ ἔσονταί σοι ἑπτὰ ἑβδομάδες ἐτῶν, ἐννέα καὶ τεσσαράκοντα ἔτη. Καὶ διαγγελεῖτε σάλπιγγος φωνῇ ἐν πάσῃ τῇ γῇ ὑμῶν, ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ τῇ δεκάτῃ τοῦ μηνός. Τῇ ἡμέρᾳ τοῦ ἱλασμοῦ διαγγελεῖτε σάλπιγγι ἐν πάσῃ τῇ γῇ ὑμῶν. Καὶ ἁγιάσετε τὸ ἔτος, τὸν πεντηκοστὸν ἐνιαυτὸν, καὶ διαβοήσετε ἄφεσιν ἐπὶ τῆς γῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν. Ἐνιαυτὸς ἀφέσεως σημασία αὕτη ἔσται ὑμῖν, καὶ ἀπελεύσεται εἷς ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ, καὶ ἕκαστος εἰς τὴν πατριὰν αὐτοῦ ἀπελεύσεται.» Συνίης οὖν ὅπως ἀροῦν τε καὶ σπείρειν, καὶ ἀμπελώνων εἶναι μελεδωνοὺς ἐφίησι μὲν ὁ νόμος, πρὸ τῆς ἑβδόμης; Ἀνεῖ-σθαί γε μὴν τῆς ἐπὶ τούτοις φροντίδος προστέταχε κατὰ τὴν ἑβδόμην. Ἀνιέμεθα γὰρ σαββατίζοντες ἐν Χριστῷ καὶ τῶν ἐπιγείων ἀποστήσαντες τὴν φροντίδα, καὶ ἀποφοιτῶντες εἰσάπαν τῶν εἰκαίων περισπασμῶν. «Ἑπτὰ ἑβδομάδας ἐτῶν,» τοῦτ' ἔστιν, αἰῶνας τῶν αἰώνων, ἐφ' ἑτοίμοις τε καὶ προκειμένοις διατελέσομεν ἀγαθοῖς, δῆλον δὲ ὅτι τοῖς παρὰ Θεοῦ καὶ πνευματικοῖς ἐντρυφῶντές τε καὶ ἑορτάζοντες. Καιρὸς γὰρ ἀφέσεως ἔσται πᾶσιν ἡμῖν τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην, ὁ ἐν ἐσχάτοις, ὅτε καὶ ἕκαστος εἰς τὴν ἑαυτοῦ δραμεῖται κτῆσιν, τοῦτ' ἔστιν, εἰς τὸν αὐτῷ πρέποντα κλῆρον, καὶ ἐκνεμηθέντα παρὰ Θεοῦ. Διαφορὰ γὰρ ὥσπερ ἐστὶ τῆς τῶν ἁγίων ζωῆς, οὕτω καὶ γερῶν, ἀναλόγως τοῖς ἑκάστου κατορθώμασιν ἐπιμετροῦντος Θεοῦ τὴν ἀντέκτισιν. Διαμέμνηται δὲ καὶ τῆς τὰ τοιάδε διαγγελλούσης σάλπιγγος. Καιρὸς γὰρ ἡμῖν σαββατισμοῦ, ὡς ἐν Χριστῷ δηλονότι, καὶ μὴν καὶ ἀφέσεώς τε καὶ κληροδοσίας, ἡ διὰ σάλπιγγός τε καὶ ἀγγέλου φωνῆς ἐσομένη κατὰ καιροὺς ἐκ νεκρῶν ἀναβίωσις, ἐν ᾗ καὶ ἡ λαμπρὰ τῶν ἁγίων πληθὺς, ἀκούσεται λέγοντος τοῦ Χριστοῦ· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου,» ἧς καὶ ἡμᾶς γένοιτο τυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

About this text

Cyril continues the dialogue with Palladius. Book 17 of a seventeen-book dialogue — the final book of the series.

English follows Migne PG 68 (Aubert reprint). The PDF and a cleaned text of the same print were checked against each other. This page is Book 17 of seventeen. This is a reading translation for study, not a new critical edition of the Greek.

Witnesses

  • Copy-text Migne PG 68 De adoratione Book 17 (Aubert reprint) (Greek · Book 17)
  • Checked print PDF of PG 68 De adoratione (Greek · Book 17)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.