Book I rem close CLOSEOUT
Rem CLOSEOUT: Book I CLOSEOUT.
Greek
επεστάτων ἀκριβῆ διασάφησιν; Καίτοι Πυθαγόρας ὁ ἐκ Σάμου καὶ Θαλῆς ὁ Μιλήσιος οὐκ εὐαρίθμητον ἐν Αἰγύπτῳ διατετριφότες καιρόν, συλλεξάμενοί τε τὰ ἐκεῖθεν καὶ μαθημάτων ἄθροισιν ἣν ἐσχηκέναι λέγονται συναγηγερκότες, εἰς τὴν ἐνεγκοῦσαν ἀνεκομίζοντο. Καὶ μὴν καὶ αὐτὸς ὁ Ἀρίστωνος Πλάτων ἐν τῷ Τιμαίῳ φησὶ Σόλωνα τὸν Ἀθήνηθεν ἀφικέσθαι μὲν εἰς τὴν Αἰγυπτίων, πυθέσθαι δέ τινος τῶν αὐτόθι ψευδοπροφητῶν, ἤγουν ἱερέων, λέγοντος· Ὦ Σόλων, Σόλων, Ἕλληνές ἐστε παῖδες ἀεί, γέρων δὲ Ἕλλην οὐκ ἔστι, νέοι τε τὰς ψυχὰς πάντες. Οὐδεμίαν γὰρ ἐν ἑαυτοῖς ἔχετε παλαιὰν δόξαν, οὐδὲ μάθημα χρόνῳ πολιὸν οὐδέν· ἀλλ' ὑμᾶς λέληθε διὰ τὸ ἐπὶ πολλὰς γενεὰς γράμμασι τελευτᾶν ἀφώνους. 1.19 Ἀλλ', οἶμαι, καὶ διὰ τούτων κατίδοι τις ἂν ἀρχαιοπρεπῆ τὰ Χριστιανῶν· οὔπω μὲν γὰρ γραμμάτων ἐπιστήμη παρὰ τοῖς Ἕλλησιν ἦν, Κάδμου μόλις αὐτὰ διακομίσαντος ἐκ Φοινίκης αὐτοῖς, πλὴν ὅτι τὰ Μωσέως ἐγέγραπτο· Σόλων δὲ ὁ τῶν Ἀθήνησι νόμων εὑρετὴς καὶ μὴν καὶ αὐτὸς ὁ Πλάτων, ἐν Αἰγύπτῳ γεγονότες ὑπὲρ τοῦ τι πλέον τῶν ἁπάντων εἰδέναι δοκεῖν, πάντως που καὶ αὐτὰ τεθαυμάκασιν τὰ Μωσέως. Ὅτι δὲ τοῖς Ἑλλήνων ἱστοριογράφοις γνωριμώτατος ἦν Μωσῆς ἐξ αὐτῶν ὧν γεγράφασιν ἔνεστιν ἰδεῖν. Πολέμων τε γὰρ ἐν τῇ πρώτῃ τῶν Ἑλληνικῶν ἱστοριῶν διεμνημόνευσεν αὐτοῦ, καὶ Πτολεμαῖος δὲ ὁ Μενδήσιος καὶ μὴν καὶ Ἑλλάνικος καὶ Φιλόχορος Κάστωρ τε καὶ ἕτεροι πρὸς τούτοις. ∆ιόδωρος δὲ πολυπραγμονήσας τὰ Αἰγυπτίων ἀκηοέναι φησὶ παρὰ τῶν αὐτόθι σοφῶν περὶ αὐτοῦ, γέγραφε δὲ ἐπὶ λέξεως οὕτως· Μετὰ γὰρ τὴν παλαιὰν τοῦ κατ' Αἴγυπτον βίου κατάστασιν, τὴν μυθολογουμένην γενέσθαι ἐπὶ θεῶν καὶ ἡρώων, πεῖσαί φασιν ἐγγράφοις νόμοις πρῶτον χρήσασθαι τὰ πλήθη ἄνδρα καὶ τῇ ψυχῇ μέγαν καὶ τῷ βίῳ καινότατον τῶν μνημονευομένων παρὰ τοῖς Ἰουδαίοις, Μωσῆν, τὸν καλούμενον θεόν. Ἐπειδὴ γὰρ ἁπάσης ἀρετῆς ἔμπλεω γεγονότα κατεθεῶντο Μωσέα, καὶ θεὸν ὠνόμαζον αὐτόν, τιμῶντες, οἶμαί που, τῶν ἐν Αἰγύπτῳ τινές, ἢ τάχα που μεμαθηκότες τὸ πρὸς αὐτὸν εἰρημένον παρὰ τοῦ ἐπὶ πάντας Θεοῦ· Ἰδοὺ δέδωκά σε θεὸν Φαραώ. 1.20 Ἀρχαιότητος οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς παρ' Ἕλλησι τετιμημένης σοφίας προανίσχει τὰ Μωσέως καὶ ἔχει τὴν δόξαν πρεσβυτέραν, ἀποχρῶν ἡμῖν ἐξείργασται λόγος, ἀνεπίπληκτον ἔχων καὶ σαφῆ τὴν ἀπόδειξιν· χρῆναι δέ φημι μετὰ τοῦτο τὴν Ἑβραίων ἡμᾶς πολυπραγμονῆσαι δόξαν ἣν ἐσχήκασι περὶ Θεοῦ καὶ τῆς τοῦ κόσμου γενέσεως ἤτοι κατασκευῆς, εἶθ' οὕτω καὶ τί τοῖς Ἑλλήνων ἔδοξε σοφοῖς ἐμφανὲς καταστῆσαι τοῖς ἐντευξομένοις. Ἔνθα μὲν γὰρ τοῖς τῆς θεοπνεύστου Γραφῆς συμφέρονται λόγοις, ἑαυτῶν ὄντας ἀμείνους κατίδοι τις ἂν καὶ ὁμολογοῦντας ἀλλήλοις· ἔνθα δὲ τῶν οἰκείων ἕκαστος εὑρημάτων ποιεῖται τὴν ἀπόδοσιν, διαφόρους τε ὄντας καὶ ἀλλοκότοις δόξαις καταμεθυομένους καταδεῖξαι ῥᾷον. Οὐ γὰρ ἦν ὅλως καταθρεῖν δύνασθαι τὰ ὑπὲρ νοῦν καὶ λόγους τοὺς ἐν ἡμῖν, μὴ οὐχὶ τοῦ πάντων κρατοῦντος Θεοῦ καὶ φῶς ἐνιέντος εἰς νοῦν καὶ σοφίαν ἐντίκτοντος καὶ γλῶσσαν εὑρυνόντος καί τι τῶν ἀπορρήτων περὶ αὐτοῦ κατά γε τὸ ἐγχωροῦν ἐφιέντος αὐτοῖς καὶ νοεῖν καὶ φράσαι. Προσγένοιτο δ' ἂν οὐκ ἀδιακρίτως ἅπασιν ἡ τοιάδε χάρις, ἐκείνοις δὲ μᾶλλον οἵπερ ἂν εἶεν καὶ τῆς σαρκὸς ἐπέκεινα παθῶν καὶ γεώδους ἀκαθαρσίας ἀπηλλαγμένοι, ἄρτιοί τε τὸν νοῦν καὶ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων ἐπιστήμονες. Καὶ πρός γε τοῦτο ἡμᾶς καταθήγει λέγων ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς τοῦ ∆αβίδ. Σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός, καὶ μὴν καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, φησί, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Ὁρῷτο δ' ἂν ἡ ὑπὲρ πάντα φύσις οὐ τοῖς τοῦ σώματος ὀφθαλμοῖς, ἀλλὰ τοῖς ἔσω κεκρυμμένοις τῆς διανοίας ὄμμασιν, ἰσχνόν τε καὶ ἀκριβὲς ἐνιείσης αὐτῷ τὸ περίεργον καὶ ταῖς ὑπὲρ αἴσθησιν φαντασίαις τὰς τῆς θεοπτίας ἑλκούσης αὐγάς. 1.21 Οἱ μὲν οὖν ἐξ Ἀδὰμ καὶ μέχρι τοῦ Νῶε γεγονότες ἄνθρωποι Θεὸν ἕνα τὸν φύσει καὶ ἀληθῶς τῶν ὅλων δημιουργὸν καὶ Κύριον τετιμήκασι· διαβέβληται γὰρ οὐδεὶς ὡς θεοῖς ἑτέροις προσνενευκὼς ἢ δαίμοσιν ἀκαθάρτοις ἀναθεὶς τὸ σέβας. Μετὰ δέ γε τὸν κατακλυσμὸν καὶ τὴν τοῦ πύργου κατασκευὴν καὶ τῶν γλωσσῶν τὰς διαφοράς, ἀσύμβατον καὶ αὐτὴν ἐσχήκασι τὴν περὶ Θεοῦ δόξαν οἱ ἀνὰ τὴν γῆν κατεσκεδασμένοι. Ἀποστήσαντες γὰρ τῆς ἀληθείας τὸν νοῦν καὶ τοῖς προσκαίροις αὐτὸν καὶ ἐπιγείοις πράγμασι καὶ ταῖς τοῦ σώματος ἡδοναῖς ἐνορμίσαντες, εἰς πᾶν ὁτιοῦν κατῴχοντο τῶν ἐκτοπωτάτων, καὶ οἷον διεμοιράσαντο τῆς πολυθέου πλάνης τὰ ἐγκλήματα. Οἱ μὲν οὖν τὸν οὐρανὸν ὑπετόπασαν εἶναι Θεόν, ἥλιον δὲ καὶ σελήνην ἕτεροι, καὶ προσέτι τοὺς ἀστέρας καὶ τὰ τοῦ κόσμου στοιχεῖα, πῦρ τε καὶ ὕδωρ, ἀέρα καὶ γῆν, ἐξ ὧν τὰ καθ' ἕκαστα συντεθεῖσθαι λέγεται· ἕτεροι δὲ αὖ, πρὸς τὴν ἁπασῶν ἐσχάτην ἀμαθίαν ὠλισθηκότες, χυδαιότητος εἰς τοῦτο κατῴχοντο λογισμῶν ὥστε καὶ νεὼς ἀναδείμασθαι καὶ τεμένη περιειργασμένα ταῖς τῶν ὑλῶν πολυτελείαις, ἕδη τε ἱερὰ αὐτοῖς ἐνιδρύσαι καὶ στήλας ἀνθρώπων καὶ τοῖς τεθνεῶσιν ἐπιδακρύσαντας καὶ τούτους ἡγεῖσθαι θεοὺς σπονδαῖς τε αὐτοὺς καὶ θυσίαις γεραίρειν ἀποτολμᾶν. Πλεῖστοι μὲν οὖν ὅσοι κατὰ τὸν βίον οἱ τὴν μόνῳ πρέπουσαν τῷ Θεῷ δόξαν τοῖς τοῦ κόσμου στοιχείοις ἀνάπτοντες· ἐνίσχηνται δὲ τοιαύτῃ γραφῇ τῶν ἄλλων μάλιστα Χαλδαῖοι, καὶ περιεργώτατα μὲν τὴν τῶν ἄστρων ἀναμετροῦσι κίνησιν, οἰωνῶν δὲ πτήσεις μαντείας ποιοῦνται πρόφασιν. 1.22 Ἀλλ', ὡς ἔφην ἤδη, ταῖς ἐκείνων ἀσυνεσίαις διάφορος ἦν ὁ θεσπέσιος Ἀβραάμ· οὐ γὰρ ἠξίου τοῖς ἐν αἰσθήσει τε καὶ ὁρατοῖς ἐναρίθμιον ποιεῖσθαι φιλεῖν τὴν ἀνωτάτω τε καὶ παντὸς ἐπέκεινα τοῦ Θεοῦ φύσιν, οὔτε μὴν τοῖς κτίσμασιν αὐτὴν ἐγκατακλείων τῆς ἀληθείας ἡμάρτανεν, ἀνακομίζων δὲ μᾶλλον ὑψοῦ καὶ παντὸς τοῦ κεκλημένου πρὸς γένεσιν ἀνωτάτω τιθεὶς εἰκότως ἐθαυμάζετο. Ταύτητοι καὶ προσελήφθη παρὰ Θεοῦ· ἐμφανῆ γὰρ ἑαυτὸν αὐτῷ καθίστη λοιπὸν ὁ ζητούμενος. Ἴδωμεν τοίνυν ὁποίαν ἔχων ὁρᾶται τὴν δόξαν ὁ προπάτωρ Ἀβραάμ, εἶτα τίς τῶν μετ' ἐκεῖνον ἀξιόχρεως ἔσται πρὸς διασάφησιν τῆς ἐνούσης αὐτῷ πίστεώς τε καὶ δόξης· ἀλλ', οἶμαι, πρὸς τοῦτο ἡμῖν ἀρκέσειεν ἂν ὁ Μωσῆς, ὁ αὐτοῦ γεγονὼς ἀπόγονος καὶ ἅπερ ἔγνω πεφρονηκότα, ταῦτα καὶ αὐτὸς καὶ φρονεῖν ἀξιῶν καὶ γραφῇ παραδούς. 1.23 Οὐκοῦν τὸ τῆς Γενέσεως συντιθεὶς βιβλίον, ἔφη μὲν ὅτι πεπορθήκασί τινες τὰ Σοδομιτῶν, εἶτα δορίληπτον ἔχοντες ὁμοῦ τοῖς ἄλλοις τὸν Λὼτ ἔχαιρον μὲν ὡς νενικηκότες, ἐσφάλλοντο δὲ τῆς ἐλπίδος, ἀδοκήτως αὐτοῖς ἀντεξάγοντος τοῦ Ἀβραάμ, καὶ ᾑρηκότος μὲν κατὰ κράτος, ἀπαλλάττοντος δὲ τῆς αἰχμαλωσίας τοὺς ἅπαξ ἐνειλημμένους. Ἐπειδὴ δὲ ὑπέστρεφεν ἀπὸ τῆς κοπῆς τῶν πέντε βασιλέων (γέγραπται γὰρ ὡδί), ἐδεῖτο μὲν αὐτοῦ λέγων βασιλεὺς Σοδόμων ὁ Χοδολογομόρ· ∆ός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λαβὲ σεαυτῷ, ὁ δέ, μισθὸν ἀνδραγαθημάτων τὰς ἑτέρων ἔχειν ζημίας οὐκ ἀνασχόμενος, ἀπώμοτον ἐποιεῖτο τὸ χρῆμα λέγων· Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃ ὅτι ἐγὼ ἐπλούτησα τὸν Ἀβραάμ, ἐστεφάνου δὲ αὐτὸν ὡς νενικηκότα. Καὶ ὁ βασιλεὺς Σαλήμ, τουτέστι Μελχισεδέκ, ηὐλόγησε λέγων. Εὐλογημένος Ἀβραάμ τῷ Θεῷ τῷ ὑψίστῳ ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ εὐλόγητος ὁ Θεὸς ὁ ὕψιστος ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. Ἀποστέλλων δέ τινα τῶν ἐπιτηδείων ἤτοι τῶν εὐνουστάτων οἰκετῶν εἰς τὴν μέσην τῶν ποταμῶν καὶ νυμφαγωγὸν προστάττων γενέσθαι τῷ Ἰσαάκ, Ὁρκιῶ σε, φησί, τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τὸν Θεὸν τῆς γῆς. Ἕνα δὴ οὖν καὶ μόνον ᾔδει Θεὸν ὡμολόγει τε εἶναι σαφῶς ὁ θεσπέσιος Ἀβραάμ, ὕψιστόν τε αὐτὸν ὠνόμαζε καὶ τῶν ὅλων γενεσιουργὸν τῶν τε ἐν οὐρανῷ καὶ τῶν ἐπὶ γῆς. 1.24 Οὐκοῦν τὸ ὕψος οὐκ αἰσθητόν, οὔτε μὴν ἐν τόπῳ νοούμενον, οὔτε ὁποῖον ἄν τις κατὰ σῶμα λάβοι, ἀλλ' ἐν τῷ τοῖς πᾶσιν ἐφεστάναι θεοπρεπῶς, πεποιῆσθαι δὲ παρ' αὐτοῦ τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς καὶ αὐτὸ δὲ τὸ στερέωμα καὶ μέντοι τὴν γῆν αὐτὸ δέ φημι τὸ στοιχεῖον. Εἰ δὲ πάντα γέγονε παρ' αὐτοῦ, πάντως που καὶ ἕτερος παρὰ πάντα ἐστίν, ἕτερος δὲ κατὰ φύσιν, ἐπεὶ μήτε γενητός, μήτε μὴν ἐξ οὐκ ὄντων ἐστίν, ἀγένητος δὲ μᾶλλον καὶ ἀΐδιος καὶ χρόνου παντὸς πρεσβύτατος καὶ τῶν ὅλων ἀρχή. Θεὸν μὲν οὖν ἕνα, καθάπερ ἔφην ἀρτίως, ᾔδει τε ὄντα σαφῶς ὁ θεσπέσιος Ἀβραάμ, αὐτῷ τε
About this text
Cyril of Alexandria, Against Julian (Greek). SERIES on this page: Prologue + Books I–X CLOSEOUT.
English follows PG 76 Greek (CPG 5233). SC/GCS/Routledge / modern English syncs were not used as wording. Contra Julianum SERIES CLOSEOUT Prologue + Books I–X.
Witnesses
- Copy-text PG 76 — Contra Julianum (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.