Against Julian · §book2-open

Contra Julianum Book II opening

Book II.

Book II: Julian’s charges answered; God known; creation and Scripture against pagan cosmogony.

Greek

2.1 Τόμος δεύτερος τοῦ αὐτοῦ Οὐδὲν ἀπεικὸς ἐννενοηκότες, μᾶλλον δὲ χρειῶδές τε καὶ ἀναγκαῖον εἶναι νομίσαντες τὸ χρῆναι πρότερον εἰπεῖν τίνες τε πρὸ τίνων γεγόνασι κατὰ χρόνον καὶ μὴν καὶ ὁποίας ἕκαστοι τὰς δόξας περὶ Θεοῦ ἐσχήκασιν, ἀκριβεστάτην αὐτῶν πεποιήμεθα τὴν ἀφήγησιν. Καὶ ἴσως μὲν ἄν τις αἰτιάσαιτο λέγων· Τί δήποτε τοῖς Χριστιανῶν δόγμασι συνειπεῖν ᾑρημένος, καὶ ταῖς Ἰουλιανοῦ δυσφημίαις ἀνθυπενεγκεῖν τὸν ἐπικρατοῦντα λόγον προθυμούμενος, οὐχὶ ταυτηνὶ βαδίζειν διενοήθης τὴν ὁδόν, παροχετεύων δὲ ὥσπερ τοῦ λόγου τὴν εὐθὺ τοῦ πρέποντος ἰοῦσαν ὁρμήν, γενεαλογίαις σαυτὸν ἐπαφῆκας, καὶ τὰς Ἑβραίων τε καὶ Ἑλλήνων δόξας πολυπραγμονεῖν παρεσκεύασας; Ἀποσκευασώμεθα δὴ οὖν τὰς ἐπὶ τούτοις αἰτίας, εὐαφόρμως εἰς τοῦτο παρενεγκεῖν τὸν λόγον ἰσχυριζόμενοι. Ἐπειδὴ γὰρ ὁ τὸν βαβυλώνιον ζηλώσας Ῥαψάκην ἀχαλίνῳ γλώττῃ τὴν τοῦ Θεοῦ δόξαν κατακερτομῶν οὐ δέδιε, καὶ τῆς εὐαγοῦς ἡμῶν θρησκείας ἀνοσίως κατακεκραγὼς τῶν παρ' Ἕλλησι σοφῶν διαμνημονεύει συχνῶς, καὶ ἁπάσῃ μὲν εὐφημίᾳ στεφανοῖ τὰς ἐκείνων κακοδοξίας, καταθρασύνεται δὲ τῶν ἱερῶν τῆς Ἐκκλησίας δογμάτων, καὶ τῶν μὲν Μωσέως ἱστοριῶν καταμειδιᾷ, καταγορεύει δὲ καὶ ἁπάντων ἁπαξαπλῶς τῶν ἁγίων, ταύτητοι (καὶ μάλα εἰκότως), ὕλην ὥσπερ τινὰ ταῖς ἀντιλογίαις, προεσωρεύσαμεν τὴν σαφῆ καὶ ἐναργεστάτην ἀπόδειξιν τοῦ καὶ πρεσβυτέραν τῶν παρ' Ἕλλησι σοφῶν τὴν τοῦ παναρίστου Μωσέως γενέσθαι συγγραφήν, καὶ μὴν ὅτι τῆς Χριστιανῶν πίστεως τὴν παράδοσιν κατίδοι τις ἂν ἀσυγκρίτοις ὑπεροχαῖς ἐν ἀμείνοσι τῶν παρ' ἐκείνοις δεδοξασμένων. Ἦν δὲ δὴ οὕτω, καὶ οὐχ ἑτέρως, καὶ τοὺς ἐφεξῆς ἀπαλλάξαι λόγους μακροτέρας ἐκβολῆς, καὶ τοῦ γε δοκεῖν ἔσθ' ὅτε παρακομίζεσθαί ποι μακρὰν τῆς τῶν προκειμένων ἐννοίας. Καὶ τούτων μὲν ἅλις. 2.2 Ἐπ' αὐτὴν δὲ λοιπὸν ἰτέον τὴν ἐκείνου συγγραφήν, ἐκτιθέμενοι δὲ τοὺς στίχους ἐπὶ λέξεως αὐτῆς ἀντεποίσομεν τὰ παρ' ἑαυτῶν ἐν κόσμῳ τῷ δέοντι ταῖς ἐκείνου παραρρήσεσιν, ἀνταναφέρεσθαι δεῖν οὐκ ἀγεννῶς ἐγνωκότες. Ἐπειδὴ δέ, ὡς ἔφην, ἀπύλωτον ἀνοιγνὺς τὸ στόμα πλείστην ὅσην πεποίηται τὴν συκοφαντίαν κατὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ καὶ παλιμφήμους ῥίπτει κατ' αὐτοῦ φωνάς, τῶν μὲν τοιούτων οὐ διαμεμνήσομαι, παρελάσας δὲ καὶ μάλα ἐμφρόνως τὰ δι' ὧν ἄν τις καταμιαίνοιτο κἂν εἰ μόνον ταῖς αὐτοῦ προσβάλλοι φωναῖς, τοῖς ἀναγκαίοις ἀνταναστήσομαι, φιλοσκώμμονά τε καὶ εἰκαιόμυθον πανταχῇ δεικνύων αὐτόν, καὶ τοῦ δύνασθαί τι τῶν ἀληθῶν εἰπεῖν ὁλοτρόπως ἡμαρτηκότα. Ἰστέον μέντοι κἀκεῖνο· ἐν γὰρ τῷ πρώτῳ λόγῳ διὰ πλείστων μὲν ὅσων ἐννοιῶν ἔρχεται, ἄνω τε καὶ κάτω τὰ αὐτὰ περιστρέφων καὶ ἀνακυκλῶν οὐ παύεται. Καὶ ὅπερ ἂν ἐν ἀρχαῖς εὑρίσκοιτο λέγων, τοῦτο καὶ διὰ μέσου καὶ τοῖς τελευταίοις ἐκτιθείς, τοὺς τῆς ἀντιρρήσεως λόγους ἀποφήνειεν ἂν οὐκ ἐν κόσμῳ τάχα που γεγενημένους· πᾶσα γάρ πως ἀνάγκη τοῖς παρ' αὐτοῦ λεγομένοις φιλονεικεῖν ᾑρημένους οὐχ ἅπαξ ἀλλὰ πλειστάκις περὶ τῶν αὐτῶν ἀειλογοῦντας ὁρᾶσθαι. ∆ιελόντες τοίνυν ἐν τάξει τῇ πρεπωδεστέρᾳ τὸν παρ' αὐτοῦ λόγον, καὶ τὰς ἐν αὐτῷ διανοίας συνενεγκόντες κατ' εἶδος, οὐχ ἑκάστης πλειστάκις, ἀποχρώντως δὲ ἅπαξ καὶ ἐντέχνως ὑπαντήσωμεν. Ἄρχεται τοίνυν τοῦ καθ' ἡμῶν λόγου καί φησιν· {ΙΟΥΛΙΑΝΟΣ} Καλῶς ἔχειν μοι φαίνεται τὰς αἰτίας ἐκθέσθαι πᾶσιν ἀνθρώποις ὑφ' ὧν ἐπείσθην ὅτι τῶν Γαλιλαίων ἡ σκευωρία πλάσμα ἐστὶν ἀνθρώπων ὑπὸ κακουργίας συντεθέν, ἔχουσα μὲν οὐδὲν θεῖον, ἀποχρησαμένη δὲ τῷ φιλομύθῳ καὶ παιδαριώδει καὶ ἀνοήτῳ τῆς ψυχῆς μορίῳ, τὴν τερατολογίαν εἰς πίστιν ἤγαγεν ἀληθείας. {ΚΥΡΙΛΛΟΣ} 2.3 Γαλιλαίους μὲν οὖν, ὥς γε οἶμαι, φησὶ τοὺς ἁγίους ἀποστόλους, τερατολογίαν δὲ τὰ Μωσέως γράμματα καὶ τὰς τῶν ἁγίων προφητῶν προαγορεύσεις τε καὶ θεηγορίας. Καὶ ἠγνόηκε μὲν ἴσως, μᾶλλον δὲ οὐκ ἀθεεὶ τῆς ἑαυτοῦ δεισιδαιμονίας πεποίηται τὴν κατάρρησιν. Εἰσὶ γὰρ Γαλιλαῖαι δύο, ὧν ἡ μὲν μία κατὰ τὴν Ἰουδαίαν, ἥ γε μὴν ἑτέρα ταῖς Φοινίκων πόλεσιν ὅμορός τε καὶ γείτων. Καὶ γοῦν ἐν μὲν τοῖς Εὐαγγελίοις γέγραπται περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ ὅτι περιπατῶν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, τουτέστι τὴν Τιβεριάδος λίμνην, ἀπολέκτους ἐποιεῖτο τοὺς μαθητάς. Ἔφη δέ που Θεὸς δι' ἑνὸς τῶν ἁγίων προφητῶν. Καὶ τί καὶ ὑμεῖς ἐμοί, Τύρος καὶ Σιδὼν καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων; καὶ μὴν καὶ ὁ θεσπέσιος Ἠσαΐας· Χώρα Ζαβουλών φησί καὶ γῆ Νεφθαλείμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν οἰκοῦντες, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδε μέγα. Γαλιλαῖοι

About this text

Cyril of Alexandria, Against Julian (Greek). SERIES on this page: Prologue + Books I–X CLOSEOUT.

English follows PG 76 Greek (CPG 5233). SC/GCS/Routledge / modern English syncs were not used as wording. Contra Julianum SERIES CLOSEOUT Prologue + Books I–X.

Witnesses

  • Copy-text PG 76 — Contra Julianum (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.