Against Julian · §book2-rem-mid

Book II rem mid

Rem mid: lemma continues; spiritual reading held with the letter.

Greek

Οὐ γάρ που φαίη τις ἂν ὅτι τὴν κατάρρησιν ἀποστήσας καὶ τοῦ χρῆναι συκοφαντεῖν ἑαυτὸν ἀπενεγκὼν ὀρθοῖς κεχρή σεται δικασταῖς τοῖς ἐντευξομένοις, ὡς καὶ ἐθελῆσαι παρ' αὐτῶν τί τὸ ἄμεινον ἢ τί τὸ χεῖρον ἀναμαθεῖν· οἴεται δέ που, κατὰ τὸ εἰκός, οὐχ ἑτέρως τῆς ἐνούσης αὐτῷ δόξης περὶ Θεοῦ ἐπαινέτας ἔσεσθαί τινας εἰ μὴ κακύνοιτο τὰ Χριστιανῶν ἀντιπαραθέσει τῶν ἑλληνικῶν τὴν αἰσχίω ψῆφον ἐφ' ἑαυτοῖς δεχόμενα. Ἀλλ' οὐκ ἂν γένοιτο τοῦτό ποτε παρά γε τοῖς εἰδόσι καὶ τοῦ ψεύδους τὸ ἀδρανὲς καὶ τῆς ἀληθείας τὴν δύναμιν. Πλὴν ἐκεῖνο ἄθρει· νομοθετῶν γὰρ ὥσπερ ἡμῖν τὸ χρῆναι σιγᾶν καὶ τῶν αὐτοῦ διαμεμνῆσθαι μηδενὸς ὅτε τοὺς ὑπέρ γε τῆς ἑαυτῶν θρησκείας ποιούμεθα λόγους, οἷς ἀπέφησεν αὐτὸς ἁλοὺς εὑρίσκεται. Ἐπειδὴ δὲ προσάγει καὶ πεῦσιν, τί δή ποτε τὰ Ἑλλήνων ἀφέντες τοῖς Ἑβραίοις προσκεκλίμεθα, φέρε καὶ ἡμεῖς αὐτῷ τὰ ἴσα λέγωμεν· ἀνθ' ὅτου γὰρ δὴ τὰ Χριστιανῶν ἀφεὶς καὶ τῆς ἀληθείας ἀποδραμὼν τὸ ψεῦδος ἀγαπᾷς, καὶ τὴν οὕτω μυσαρωτάτην ἐθελοθρησκείαν τὴν τῶν εἰδωλολατρούντων φημί τῆς ἀκριβοῦς περὶ Θεοῦ δόξης ἀνοητότατα προτιθείς, εἶτα οἴει βεβουλεῦσθαι καλῶς καὶ οὐχὶ δὴ μᾶλλον τὴν ἁπασῶν ἐσχάτην ὑπομεῖναι κακοδοξίαν; Εἰ δὲ δὴ βούλοιτο νοεῖν τὴν ἀληθεστάτην αἰτίαν ἐφ' ᾗ τὰ Ἑλλήνων ἀφέντες τὰ παρὰ τοῖς Ἑβραίοις τετιμήκαμεν, τὰ αὐτοῦ λαβόντες φαμέν. Ἔφη γὰρ οὕτως· 2.11 {ΙΟΥΛΙΑΝΟΣ} Οὐκοῦν Ἕλληνες μὲν τοὺς μύθους ἔπλασαν ὑπὲρ τῶν θεῶν ἀπίστους καὶ τερατώδεις (καταπιεῖν γὰρ ἔφασαν τὸν Κρόνον τοὺς παῖδας, εἶτ' αὖθις ἐμέσαι) καὶ γάμους ἤδη παρανόμους· μητρὶ γὰρ ὁ Ζεὺς ἐμίχθη, καὶ παιδοποιησάμενος ἐξ αὐτῆς, ἔγημε μὲν αὐτὸς τὴν αὑτοῦ θυγατέρα μᾶλλον δὲ οὐδὲ ἔγημεν αὐτὸς τὴν αὑτοῦ θυγατέρα, ἀλλὰ μιχθεὶς ἁπλῶς ἄλλῳ παρέδωκεν αὐτήν· εἶτα οἱ ∆ιονύσου σπαραγμοὶ καὶ μελῶν κολλήσεις. Τοιαῦτα οἱ μῦθοι τῶν Ἑλλήνων φασί. {ΚΥΡΙΛΛΟΣ} Ἔχεις ἀποχρῶσαν ἐντεῦθεν τὴν ἀπολογίαν. Ἀλύεις δὴ οὖν ἀνθ' ὅτου καὶ ἡμᾶς εὐθύνειν ἀξιοῖς, ὅτι τὴν οὕτως αἰσχρὰν καὶ ἀπίθανον τῶν Ἑλλήνων εἰκαιομυθίαν μονονουχὶ καὶ διαλακτίσαντες τὴν ἀμείνω ψῆφον τοῖς ἀληθέσι δεδώκαμεν; Μωσῆς μὲν γὰρ ὁ θεσπέσιος, καὶ προσέτι τῶν ἁγίων προφητῶν ὁ χορός, ἀπόστολοί τε καὶ εὐαγγελισταί, τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς δοξολογοῦσι Θεόν, διακεῖσθαί τε οὕτω καὶ ἡμᾶς ἀναπείθουσιν, ἀποφέροντες τῶν μύθων καὶ τερατείας ἁπάσης καὶ φρονήματος αἰσχροῦ, καταρρυθμίζοντες δὲ καὶ εἰς ἀξιάγαστον πολιτείαν. Πέπλασται δὲ τῶν παρ' αὐτοῖς οὐδέν, οὔτε μὴν ἀπίθανον ἔχει τῶν ἐννοιῶν τὴν ἀπόδοσιν. Ὅτι γὰρ τοῖς Μωσέως καὶ τοῖς τῶν ἁγίων προφητῶν κηρύγμασι συμβαίνει τὰ καθ' ἡμᾶς, καὶ τῆς εὐαγγελικῆς τε καὶ ἀποστολικῆς διδασκαλίας ἡ δύναμις ταῖς τῶν προλαβόντων ἐννοίαις συμφέρεται, διαδείξει σαφῶς ὁ λόγος ἡμῖν ἐπὶ καιροῦ. 2.12 Ἐπειδὴ δὲ οὐκ οἶδ' ὅ τι λέγων τῶν σπουδαίων ἢ ἀγαθῶν οὐδὲν παρ' ἡμῖν εἶναι διατείνεται, φέρε καὶ τοῦτο δεικνύτω· μὴ γὰρ δὴ ψιλήν τε καὶ ἀναπόδεικτον ποιείσθω τὴν καταγόρευσιν. Πῶς γὰρ τῶν σπουδαίων οὐδέν ἐστι παρ' ἡμῖν; Οὐκ ἀκριβὴς καὶ ἀπεξεσμένος ὁ περὶ Θεοῦ λόγος καὶ τῆς τοῦ κόσμου γενέσεως παρὰ Χριστιανοῖς εὑρίσκεται; Οὐ τῶν πρακτέων τὴν ἐπιστήμην ἀνεπίπληκτόν τε καὶ ἀκατάψεκτον ἐκ τῶν ἱερῶν Γραμμάτων κεχορηγήμεθα; Καίτοι πῶς οὐχ ἅπα σιν ἐναργὲς ὅτι τὸ ἄριστα φιλοσοφεῖν διαπεραίνοιτο ἂν ὀρθῶς οὐ καθ' ἕτερον τρόπον, οἶμαι; Θεωρητικὴ γὰρ καὶ πρακτική γε πρὸς τούτοις φιλοσοφία παντὸς ἂν εἴη ἐπαίνου μεστή, καὶ παρὰ τοῖς τὰ Ἑλλήνων ἐσπουδακόσι θαυμάζεται· οὐκοῦν οὐκ ἀπό γε τῆς Ἑβραίων δόξης τὴν ἀθεότητα μεμαθήκαμεν ἔφη γὰρ αὐτὸς καὶ τοῦτο , ἀλλ' εἴπερ τις ἐθέλοι τἀληθὲς εἰπεῖν, ἐκ τῆς θεοπνεύστου Γραφῆς τῆς Ἑλλήνων ἀμαθίας κατεγνώκαμεν. Καὶ ὅτι μᾶλλόν ἐστι τὸ ἄθεον παρ' αὐτοῖς τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς οὐκ εἰδόσι Θεόν, πῶς οὐκ ἂν εἴη παντί τῳ σαφές; Βίον δὲ φαῦλον καὶ ἐπισεσυρμένον ἐκ τῆς παρ' αὐτοῖς ῥᾳθυμίας ἑλέσθαι φησὶν ἡμᾶς, χυδαιότητά τε καὶ ῥᾳθυμίαν ὀνομάζων ἑλληνικὴν τὸ ἀδιακρίτως ὀψοφαγεῖν, παραιτεῖσθαί τε τῶν ἐδωδίμων οὐδέν. Ἐν γὰρ δὴ τούτῳ μάλιστα τὴν τῆς εὐσεβείας παριστᾶσι δύναμιν καὶ ἁπάσης ἀρετῆς ἐν καλῷ γενέσθαι νομίζουσιν, εἰ δὴ παραιτοῖντο τῶν ἐδωδίμων τινά. 2.13 Καίτοι τί δήποτε τὸν τῆς ἁγνείας ἐν τούτοις ὁρίζονται τρόπον; Πάντα μὲν γὰρ γέγονε παρὰ Θεοῦ, καλὰ δὲ πάντως τὰ ἐξ ἀγαθοῦ· καὶ ὁ πάναγνος καὶ ἀβέβηλος τῶν καταμιαίνειν ἡμᾶς εἰωθότων ἐργάσαιτο ἂν οὐδέν. Τί γὰρ καὶ βρῶσις ἐμποιήσειεν ἂν τοῖς μετεσχηκόσιν αὐτῆς; Ἢ καὶ ὁποῖον ἂν αὐτοῖς εἰσφρήσαι τὸν μολυσμόν; Παραιτεῖσθαι δέ, οἶμαι, προσήκει τὰ δι' ὧν ἂν εἰκότως καταμιαίνοιτό τις, δρῷεν δ' ἂν τοῦτο καὶ μάλα γενικῶς οἱ τῆς φαυλότητος τρόποι, μοιχεῖαι, πορνεῖαι, καταλαλιαί, ψευδηγορίαι, συκοφαντίαι, φιλοχρημα τίαι, καὶ τὰ λοιπά. Οἱ δὲ τῶν τοιούτων οὐδὲν ὑπολογισάμενοι προσποιοῦνται μὲν ὀλοιγοσιτεῖν, ἔσθ' ὅτε καὶ τῶν ἐδωδίμων ἀποπέμπονταί τινα, δεδίασι δὲ τῶν ἐκτόπων οὐδέν. Καὶ πρός γε δὴ τούτῳ κατευφραίνουσι τὸν ὕπατον ∆ία, τὰ αὐτοῦ τιμᾶν ᾑρημένοι, καὶ τὰ τῆς Κυπρογενοῦς θεραπεύουσι κράτη. Πλεῖστα μὲν οὖν ὅσα τὰ καθ' ἡμῶν παρ' ἐκείνου· ἀκυρολογεῖ δὲ λίαν καὶ κατὰ τοῦ πανσόφου Μωσέως καὶ τῆς αὐτοῦ συγγραφῆς οὐ μετρίαν ποιεῖται τὴν κατάρρησιν. Φησὶ γὰρ τὸ τῆς κοσμοποιίας συντιθέντα βιβλίον εἰπεῖν μὲν ὅλως τῶν ἀληθῶν οὐδέν, ὕθλους δὲ ἁπλῶς συμφορῆσαι γεγηρακότας, καὶ ἃ μὲν ἦν εἰκὸς τοῦ παντὸς ἀξιῶσαι λόγου, ταῦτα δὴ πάντα ποιήσασθαι παρ' οὐδέν, εἰκῆ δὲ ἁπλῶς ἐρραψῳδηκότα δόξαι τι λέγειν σοφόν τε καὶ ἀξιάκουστον. Τεθαύμακε δὲ τῶν παρ' Ἕλλησι σοφῶν τὰς ἐπὶ τούτῳ δόξας, μάλιστα δὲ τῶν ἄλλων εὐφημίαις καὶ κρότοις τὴν Πλάτωνος στεφανοῖ. 2.14 Ἐγὼ δέ, ὅτι μὲν οὐ μετρίως σοβαρεύεται, κἀν τούτῳ δὴ πάλιν παρήσω λέγειν, ὅτι δὲ εἰκαίαν ἐπὶ ταῖς Ἑλλήνων εὑρεσιεπείαις ἀνασπᾷ τὴν ὀφρύν, ὡς ἂν οἷός τε ὦ πειράσομαι διειπεῖν. Χρῆναι δὲ οἶμαι παραθεῖναι πάλιν ἐκ τῶν παρ' αὐτοῖς βιβλίων ἀπολεξάμενον τὴν ἑκάστου δόξαν, ἣν ἔχειν ἠξίουν περὶ τῆς τοῦ κόσμου κατασκευῆς, εἶτα τὴν Μωσέως κοσμογένειαν ἀνθυπενεγκεῖν· ὀφθήσεται γὰρ οὕτω τοῖς ἐντευξομένοις καὶ τῆς ἐκείνων στενολεσχίας ὁ λῆρος καὶ τῶν Μωσέως γραμμάτων τὸ ἀκραιφνὲς εἰς ἀλήθειαν. Πλούταρχος τοίνυν, ἀνὴρ τῶν παρ' αὐτοῖς οὐκ ἄσημος γεγονώς, ἐν τῷ δευτέρῳ βιβλίῳ τῆς τῶν Φυσικῶν δογμάτων συναγωγῆς, οὕτω φησὶ περὶ τοῦ κόσμου· Πυθαγόρας πρῶτος ὠνόμασε τὴν τῶν ὅλων περιοχὴν κόσμον ἐκ τῆς ἐν αὐτῷ τάξεως. Θαλῆς καὶ οἱ ἀπ' αὐτοῦ ἕνα τὸν κόσμον· ∆ημόκριτος καὶ Ἐπίκουρος καὶ ὁ τούτου καθηγητὴς Μητρόδωρος ἀπείρους κόσμους ἐν τῷ ἀπείρῳ κατὰ πᾶσαν περίστασιν· Ἐμπεδοκλῆς τὸν τοῦ ἡλίου περίδρομον εἶναι περιγραφὴν τοῦ πέρατος τοῦ κόσμου· Σέλευκος ἄπειρον τὸν κόσμον· ∆ιογένης τὸ μὲν πᾶν ἄπειρον, τὸν δὲ κόσμον πεπεράνθαι· οἱ στωϊκοὶ διαφέρειν τὸ πᾶν καὶ τὸ ὅλον· ἅπαν μὲν γὰρ εἶναι τὸ σὺν τῷ κενῷ τῷ ἀπείρῳ, ὅλον δὲ χωρὶς τοῦ κενοῦ τὸν κόσμον· ὥστε τὸ αὐτὸ εἶναι καὶ τὸ ὅλον καὶ τὸν κόσμον. 2.15 Εἶτα περὶ τοῦ σχήματος τοῦ κόσμου ὧδε πάλιν φησίν· Οἱ μὲν στωϊκοὶ σφαιροειδῆ τὸν κόσμον, ἄλλοι δὲ κωνοειδῆ, οἱ δὲ ᾠοειδῆ· Ἐπίκουρος δὲ ἐνδέχεσθαι μὲν εἶναι σφαιροειδεῖς τοὺς κόσμους, ἐνδέχεσθαι δὲ καὶ ἑτέροις σχηματισμοῖς κεχρῆσθαι. Ἔφη δὲ πάλιν τὰς τῶν παρ' Ἕλλησι φιλοσόφων δόξας εἰς ἐξήγησιν προτιθεὶς εἰ ἔμψυχος ὁ κόσμος ἢ μή, οὕτως· Οἱ μὲν ἄλλοι πάντες ἔμψυχον τὸν κόσμον καὶ προνοίᾳ διοικούμενον εἶπον· ∆ημόκριτος δὲ καὶ Ἐπίκουρος καὶ ὅσοι τὰ ἄτομα εἰσηγοῦνται καὶ τὸ κενόν, οὔτε ἔμψυχον οὔτε προνοίᾳ διοικεῖσθαι, φύσει δέ τινι ἀλόγῳ· Ἀριστοτέλης οὔτ' ἔμψυχον ὅλον δι' ὅλων οὔτε λογικὸν οὔτε νοερὸν οὔτε προνοίᾳ διοικούμενον· τὰ μὲν γὰρ οὐράνια τούτων πάντων κοινωνεῖν· σφαίρας γὰρ περιέχειν ἐμψύχους καὶ ζωτικάς, τὰ δὲ περίγεια μηδενὸς αὐτῶν, τῆς δὲ εὐταξίας κατὰ συμβεβηκός, οὐ προηγουμένως, μετέχειν. Καὶ ταυτὶ μὲν περὶ τούτων. Ἐπειδὴ δὲ σκοπὸς ἦν αὐτοῖς βασανίσαι πάλιν τὸ πότερόν ποτε φθαρτὸς ἂν εἴη κατὰ φύσιν ὁ κόσμος ἢ μή, δεδοξάκασιν ὧδε καὶ περὶ τούτου· Πυθαγόρας καὶ οἱ στωϊκοὶ καὶ γενητὸν ὑπὸ θεοῦ τὸν κόσμον, καὶ φθαρτὸν μὲν ὅσον ἐπὶ τῇ φύσει· αἰσθητὸν γὰρ εἶναι διότι καὶ σωματικός, οὐ μὴν δὴ φθαρησόμενόν γε, προνοίᾳ καὶ συνοχῇ Θεοῦ· Ἐπίκουρος φθαρτὸν ὅτι καὶ γεννητός, ὡς ζῷον, ὡς φυτόν· Ξενοφάνης ἀγέννητον καὶ ἀΐδιον καὶ ἄφθαρτον τὸν κόσμον· Ἀριστοτέλης τὸ ὑπὸ τὴν σελήνην μέρος τοῦ κόσμου παθητόν, ἐν ᾧ καὶ τὰ ἐπίγεια κηραίν

About this text

Cyril of Alexandria, Against Julian (Greek). SERIES on this page: Prologue + Books I–X CLOSEOUT.

English follows PG 76 Greek (CPG 5233). SC/GCS/Routledge / modern English syncs were not used as wording. Contra Julianum SERIES CLOSEOUT Prologue + Books I–X.

Witnesses

  • Copy-text PG 76 — Contra Julianum (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.